Thesauros Literature biography Φωκίων

Φωκίων

Φωκίων Plutarch
24.3 ἐπεὶ δὲ ὁρῶν οὐκ ἀνιέντας, ἀλλὰ βοῶντας, ἐκέλευσε τὸν κήρυκα ἀνειπεῖν Ἀθηναίων τοὺς ἄχρι ἑξήκοντα ἐτῶν ἀφʼ ἥβης πέντε ἡμερῶν σιτία λαβόντας εὐθὺς ἀκολουθεῖν ἀπὸ τῆς ἐκκλησίας, θορύβου πολλοῦ γενομένου καὶ τῶν πρεσβυτέρων βοώντων καὶ ἀναπηδώντων, οὐδέν, ἔφη, δεινόν ἐγὼ γὰρ ὁ στρατηγὸς ὀγδοηκοστὸν ἔχων ἔτος ἔσομαι μεθʼ ὑμῶν. καὶ τότε μὲν οὕτως κατέπαυσεν αὐτοὺς καὶ μετέβαλε·
25.1 πορθουμένης δὲ τῆς παραλίας ὑπὸ Μικίωνος συχνοῖς Μακεδόσι καὶ μισθοφόροις ἀποβεβηκότος εἷς Ῥαμνοῦντα καὶ κατατρέχοντος τὴν χώραν, ἐξήγαγε τοὺς Ἀθηναίους ἐπʼ αὐτόν, ὡς δὲ προστρέχοντες ἀλλαχόθεν ἄλλος διεστρατήγουν καὶ συνεβούλευον αὐτοῦ τὸν λόφον καταλαβεῖν, ἐκεῖ περιπέμψαι τοὺς ἱππέας, ἐνταῦθα παρεμβαλεῖν, Ὦ Ἡράκλεις, εἶπεν, ὡς πολλοὺς ὁρῶ στρατηγούς, ὀλίγους δὲ στρατιώτας.
25.2 ἐπεὶ δὲ παρατάξαντος αὐτοῦ τοὺς ὁπλίτας εἷς πολὺ πρὸ τῶν ἄλλων προῆλθεν, εἶτα δείσας ἀντιστάντος ἀνδρὸς πολεμίου πάλιν εἷς τὴν τάξιν ἀνεχώρησεν, ὦ μειράκιον, εἶπεν, οὐκ αἰδῇ δύο τάξεις ἀπολελοιπώς, ἣν ἐτάχθης ὑπὸ τοῦ στρατηγοῦ καὶ πάλιν ἐφʼ ἣν σεαυτὸν ἔταξας; ἐμβαλὼν δὲ τοῖς πολεμίοις καὶ κατὰ κράτος τρεψάμενος, αὐτόν τε τὸν Μικίωνα καὶ πολλοὺς ἄλλους ἀπέκτεινε.
25.3 τὸ δὲ Ἑλληνικὸν ἐν Θετταλίᾳ στράτευμα, συμμίξαντος Ἀντιπάτρῳ Λεοννάτου καὶ τῶν ἐξ Ἀσίας Μακεδόνων, ἐνίκα μαχόμενον καὶ Λεοννάτος ἔπεσεν, ἡγουμένου τῆς μὲν φάλαγγος Ἀντιφίλου, τῶν δὲ ἱππέων τοῦ Θεσσαλοῦ Μένωνος.
26.1 ὀλίγῳ δὲ ὕστερον χρόνῳ Κρατεροῦ διαβάντος ἐξ Ἀσίας μετὰ πολλῆς δυνάμεως καὶ γενομένης πάλιν ἐν Κραννῶνι παρατάξεως, ἡττήθησαν μὲν οἱ Ἕλληνες οὔτε μεγάλην ἧτταν οὔτε πολλῶν πεσόντων, ἀπειθείᾳ δὲ πρὸς τοὺς ἄρχοντας ἐπιεικεῖς καὶ νέους ὄντας, καὶ ἅμα τὰς πόλεις αὐτῶν πειρῶντος Ἀντιπάτρου, διαρρυέντες αἴσχιστα προήκαντο τὴν ἐλευθερίαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme