Thesauros Literature biography Φωκίων

Φωκίων

Φωκίων Plutarch
26.2 εὐθὺς οὖν ἐπὶ τὰς Ἀθήνας ἄγοντος τοῦ Ἀντιπάτρου τὴν δύναμιν οἱ μὲν περὶ Δημοσθένην καὶ Ὑπερείδην ἀπηλλάγησαν ἐκ τῆς πόλεως, Δημάδης δέ, μηθὲν μέρος ὧν ὤφειλε χρημάτων ἐπὶ ταῖς καταδίκαις ἐκτῖσαι τῇ πόλει· δυνάμενος ἡλώκει γὰρ ἑπτὰ γραφὰς παρανόμων καὶ γεγονὼς ἄτιμος ἐξείργετο τοῦ λέγειν, ἄδειαν εὑρόμενος τότε, γράφει ψήφισμα ἐκπέμπεινἐκπέμπειν with Doehner; the MSS. have καὶ πέυπει, which Bekker retains: πέμπειν, after Coraës. πρὸς Ἀντίπατρον ὑπὲρ εἰρήνης πρέσβεις αὐτοκράτορας.
26.3 φοβουμένου δὲ τοῦ δήμου καὶ καλοῦντος Φωκίωνα, καὶ μόνῳ πιστεύειν ἐκείνῳ λέγοντος, ἀλλʼ εἴγε ἐπιστευόμην, εἶπεν, ἐγὼ συμβουλεύων ὑμῖν, οὐκ ἂν νῦν ἐβουλευόμεθα περὶ πραγμάτων τοιούτων. οὕτω δὲ τοῦ ψηφίσματος ἐπικυρωθέντος ἀπεστάλη πρὸς Ἀντίπατρον ἐν τῇ Καδμείᾳ στρατοπεδεύοντα καὶ παρασκευαζόμενον εὐθὺς εἰς τὴν Ἀττικὴν βαδίζειν. καὶ τοῦτο πρῶτον ᾔτει, τὸ μένοντα κατὰ χώραν ποιήσασθαι τὰς διαλύσεις.
26.4 τοῦ δὲ Κρατεροῦ λέγοντος ὡς οὐ δίκαια πείθει Φωκίων ἡμᾶς, τὴν τῶν συμμάχων καὶ φίλων καθημένους χώραν κακῶς ποιεῖν δυναμένους ἐκ τῆς τῶν πολεμίων ὠφελεῖσθαι, λαβόμενος αὐτοῦ τῆς δεξιᾶς Ἀντίπατρος, δοτέον, εἶπε, Φωκίωνι ταύτην τὴν χάριν. περὶ δὲ τῶν ἄλλων ἐκέλευεν αὐτοῖς ἐπιτρέπειν τοὺς Ἀθηναίους, ὥσπερ ἐν Λαμίᾳ Λεωσθένης ἐκεῖνον.
27.1 Ὡς οὖν ἐπανῆλθεν ὁ Φωκίων εἰς τὸ ἄστυ καὶ τοῖς Ἀθηναίοις; ταῦτα ἔδοξεν ὑπʼ ἀνάγκης, αὖθις εἰς Θήβας ἐβάδιζε μετὰ Τῶν ἄλλων πρέσβεων, Ξενοκράτην τὸν φιλόσοφον Τῶν Ἀθηναίων προσελομένων. τοσοῦτον γὰρ ἦν ἀξίωμα τῆς ἀρετῆς τοῦ Ξενοκράτους καὶ δόξα καὶ λόγος παρὰ πᾶσιν ὥστε οἴεσθαι μήτε ὕβριν εἶναι μήτε ὠμότητα μήτε θυμὸν ἐν ἀνθρωπίνῃ ψυχῇ φυόμενον, ᾧ Ξενοκράτους μόνον ὀφθέντος οὐκ ἂν αἰδοῦς τι καὶ τιμῆς ἐγγένοιτο πρὸς αὐτόν.
27.2 ἀπέβη δὲ τοὐναντίον ἀγνωμοσύνῃ τινὶ καὶ μισαγαθίᾳ τοῦ Ἀντιπάτρου, πρῶτον μὲν γὰρ οὐκ ἠσπάσατο τὸν Ξενοκράτην τοὺς ἄλλους δεξιωσάμενος· ἐφʼ ᾧ φασιν εἰπεῖν ἐκεῖνον ὡς Ἀντίπατρος καλῶς ποιεῖ μόνον αὐτὸν αἰσχυνόμενος ἐφʼ οἷς ἀγνωμονεῖν μέλλει πρὸς τὴν πόλιν ἔπειτα λέγειν ἀρξάμενον οὐχ ὑπομένων, ἀλλʼ ἀντικρούων καὶ δυσκολαίνων ἐποίησεν ἀποσιωπῆσαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme