27.3
τῶν δὲ περὶ τὸν Φωκίωνα διαλεχθέντων ἀπεκρίνατο φιλίαν ἔσεσθαι τοῖς Ἀθηναίοις καὶ συμμαχίαν ἐκδοῦσι μὲν τοὺς περὶ Δημοσθένην καὶ Ὑπερείδην, πολιτευομένοις δὲ τὴν πάτριον ἀπὸ τιμήματοςἀπὸ τιμήματος Coraës and Bekker, with most MSS.: ἀπὸ τιμημάτων. πολιτείαν, δεξαμένοις δὲ φρουρὰν εἰς τὴν Μουνυχίαν, ἔτι δὲ χρήματα τοῦ πολέμου καὶ ζημίαν προσεκτίσασιν.
27.4
οἱ μὲν οὖν ἄλλοι πρέσβεις ἠγάπησαν ὡς φιλανθρώπους τὰς διαλύσεις, πλὴν τοῦ Ξενοκράτους· ἔφη γὰρ ὡς μὲν δούλοις μετρίως κεχρῆσθαι τὸν Ἀντίπατρον, ὡς δὲ ἐλευθέροις βαρέως, τοῦ δὲ Φωκίωνος παραιτουμένου τὴν φρουρὰν καὶ δεομένου λέγεται τὸν Ἀντίπατρον εἰπεῖν ὦ Φωκίων, ἡμεῖς πάντα σοι χαρίζεσθαι βουλόμεθα πλὴν Τῶν καὶ σὲ ἀπολούντων καὶ ἡμᾶς.
27.5
οἱ δὲ οὐχ οὕτως φασίν, ἀλλὰ ἐρωτῆσαι τὸν Ἀντίπατρον εἰ τὴν φρουρὰν ἀνέντος αὐτοῦ τοῖς Ἀθηναίοις Φωκίων ἐγγυᾶται τὴν πόλιν ἐμμενεῖν τῇ εἰρήνῃ καὶ μηθὲν πολυπραγμονήσειν· σιωπῶντος δὲ ἐκείνου καὶ διαμέλλοντος, ἀναπηδήσαντα Καλλιμέδοντα τὸν Κάραβον, ἄνδρα θρασὺν καὶ μισόδημον, εἰπεῖν· ἐὰν δὲ οὗτος, ὦ Ἀντίπατρε, φλυαρῇ, σὺ πιστεύσεις καὶ οὐ πράξεις ἃ διέγνωκας;
28.1
οὕτω μὲν ἐδέξαντο φρουρὰν Μακεδόνων Ἀθηναῖοι καὶ Μένυλλον ἡγεμόνα, τῶν ἐπιεικῶν τινα καὶ τοῦ Φωκίωνος ἐπιτηδείων, ἐφάνη δὲ ὑπερήφανον τὸ πρόσταγμα, καὶ μᾶλλον ἐξουσίας ὕβρει χρωμένης ἐπίδειξις ἢ πραγμάτων ἕνεκα γιγνομένη κατάληψις. οὐ μικρὸν δὲ τῷ πάθει προσέθηκεν ὁ καιρός, εἰκάδι γὰρ ἡ φρουρὰ Βοηδρομιῶνος εἰσήχθη, μυστηρίων ὄντων, ᾗ τὸν Ἴακχον ἐξ ἄστεος Ἐλευσινάδε πέμπουσιν, ὥστε τῆς τελετῆς συγχυθείσης ἀναλογίζεσθαι τοὺς πολλοὺς καὶ τὰ πρεσβύτερα τῶν θείων καὶ τὰ πρόσφατα.