32.5
ἀλλʼ ὄντως ἔοικεν ἰσχυρά τις αὐτῷ περὶ τοῦ Νικάνορος ἐγγενέσθαι πίστις, ὅν γε πολλῶν προδιαβαλλόντων καὶ κατηγορούντων ἐπιτίθεσθαι τῷ Πειραιεῖ καὶ διαβιβάζειν εἰς Σαλαμῖνα ξένους καὶ διαφθείρειν τινὰς τῶν ἐν Πειραιεῖ κατοικούντων, οὐ προσήκατο τὸν λόγον οὐδʼ ἐπίστευσεν, ἀλλὰ καὶ Φιλομήλου τοῦ Λαμπτρέως ψήφισμα γράψαντος Ἀθηναίους ἅπαντας ἐν τοῖς ὅπλοις εἶναι καὶ τῷ στρατηγῷ Φωκίωνι προσέχειν, ἠμέλησεν, ἄχρι οὗ προσάγων ὁ Νικάνωρ ἐκ τῆς Μουνυχίας τὰ ὅπλα τὸν Πειραιᾶ περιετάφρευσε.
33.1
πραττομένων δὲ τούτων ὁ μὲν Φωκίων ἐθορυβεῖτο καὶ κατεφρονεῖτο τοὺς Ἀθηναίους ἐξάγειν βουλόμενος, Ἀλέξανδρος δὲ ὁ Πολυσπέρχοντος υἱὸς ἧκε μετὰ δυνάμεως, λόγῳ μὲν ἐπὶ τὸν Νικάνορα τοῖς ἐν ἄστει βοηθήσων, ἔργῳ δὲ τὴν πόλιν, εἰ δύναιτο, καταληψόμενος αὐτὴν ἑαυτῇ περιπετῆ γενομένην.
33.2
οἵ τε γὰρ φυγάδες αὐτῷ συνεισβαλόντες εὐθὺς ἦσαν ἐν ἄστει, καὶ τῶν ξένων ἅμα καὶ τῶν ἀτίμων πρὸς αὐτοὺς εἰσδραμόντων ἐκκλησία παμμιγὴς ἠθροίσθη καὶ ἄτακτος, ἐν ᾗ τὸν Φωκίωνα τῆς ἀρχῆς ἀπολύσαντες ἑτέρους εἵλοντο στρατηγούς, εἰ δὲ μὴ συνιὼν εἰς λόγους ὁ Ἀλέξανδρος τῷ Νικάνορι μόνος παρὰ τὸ τεῖχος ὤφθη, καὶ τοῦτο ποιοῦντες πολλάκις ὑποψίαν τοῖς Ἀθηναίοις παρέσχον, οὐκ ἂν ἡ πόλις διέφυγε τὸν κίνδυνον.
33.3
ἐπεὶ δὲ Ἁγνωνίδης ὁ ῥήτωρ εὐθὺς ἐπεφύετο τοῖς περὶ τὸν Φωκίωνα καὶ κατηγόρει προδοσίας, οἱ μὲν περὶ Καλλιμέδοντα καὶ Χαρικλέα φοβηθέντες ἀπῆλθον ἐκ τῆς πόλεως, ὁ δὲ Φωκίων καὶ μετʼ αὐτοῦ τῶν φίλων οἱ παραμείναντες ᾤχοντο πρὸς Πολυσπέρχοντα. καὶ συνεξῆλθον αὐτοῖς χάριτι τοῦ Φωκίωνος ὁ Πλαταιεὺς Σόλων καὶ Δείναρχος ὁ Κορίνθιος, ἐπιτήδειοι τοῦ Πολυσπέρχοντος εἶναι δοκοῦντες καὶ συνήθεις.
33.4
ἀρρωστίᾳ δὲ χρησαμένου τοῦ Δεινάρχου συχνὰς ἡμέρας ἐν Ἐλατείᾳ διέτριψαν, ἐν αἷς Ἁγνωνίδου πείσαντος, Ἀρχεστράτου δὲ τὸ ψήφισμα γράψαντος, ἔπεμπε πρεσβείαν ὁ δῆμος κατηγο σου σαν τὸν Φωκίωνος, ἅμα δὲ καὶ συνέμιξαν ἀμφότεροι τῷ Πολυσπέρχοντι μετὰ τοῦ βασιλέως πορευομένῳ περὶ κώμην τινὰ τῆς Φωκίδος, Φαρύγας, κειμένην ὑπὸ τὸ Ἀκρούριον ὄρος, ὃ νῦν Γαλάτην καλοῦσιν.