Thesauros Literature biography Φωκίων

Φωκίων

Φωκίων Plutarch
34.3 ἐπεὶ δὲ ἥ τʼ ἐπιστολὴ τοῦ βασιλέως ἀνεγνώσθη, λέγοντος αὐτῷ μὲν ἐγνῶσθαι προδότας γεγονέναι τοὺς ἄνδρας, ἐκείνοις δὲ διδόναι τὴν κρίσιν ἐλευθέροις τε δὴ καὶ αὐτονόμοις οὖσι, καὶ τοὺς ἄνδρας ὁ Κλεῖτος εἰσήγαγεν, οἱ μὲν βέλτιστοι τῶν πολιτῶν ὀφθέντος τοῦ Φωκίωνος ἐνεκαλύψαντο καὶ κάτω κύψαντες ἐδάκρυον, εἷς δὲ ἀναστὰς ἐτόλμησεν εἰπεῖν ὅτι, τηλικαύτην κρίσιν ἐγκεχειρικότος τῷ δήμῳ τοῦ βασιλέως, καλῶς ἔχει τοὺς δούλους καὶ τοὺς ξένους ἀπελθεῖν ἐκ τῆς ἐκκλησίας.
34.4 οὐκ ἀνασχομένων δὲ τῶν πολλῶν, ἀλλʼ ἀνακραγόντων βάλλειν τοὺς ὀλιγαρχικοὺς καὶ μισοδήμους, ἄλλος μὲν οὐδεὶς ὑπὲρ τοῦ Φωκίωνος ἐπεχείρησεν εἰπεῖν, αὐτὸς δὲ χαλεπῶς καὶ μόλις ἐξακουσθείς, πότερον, εἶπεν, ἀδίκως ἢ δικαίως ἀποκτεῖναι βούλεσθε ἡμᾶς; ἀποκριναμένων δέ τινων ὅτι δικαίως, καὶ τοῦτο, ἔφη, πῶς γνώσεσθε μὴ ἀκούσαντες;
34.5 ἐπεὶ δὲ οὐθὲν μᾶλλον ἤκουον, ἐγγυτέρω προσελθών, ἐγὼ μὲν, εἶπεν, ἀδικεῖν ὁμολογῶ, καὶ θανάτου τιμῶμαι τὰ πεπολιτευμένα ἐμαυτῷ· τούτους δέ, ἄνδρες Ἀθηναῖοι, διὰ τί ἀποκτενεῖτε μηδὲν ἀδικοῦντας; ἀποκριναμένων δὲ πολλῶν, ὅτι σοὶ φίλοι εἰσίν, ὁ μὲν Φωκίων ἀποστὰς ἡσυχίαν ἦγεν, ὁ δὲ Ἁγνωνίδης ψήφισμα γεγραμμένον ἔχων ἀνέγνω, καθʼ ὃ τὸν δῆμον ἔδει χειροτονεῖν περὶ τῶν ἀνδρῶν εἰ δοκοῦσιν ἀδικεῖν, τοὺς δὲ ἄνδρας, ἂν καταχειροτονηθῶσιν, ἀποθνῄσκειν.
35.1 ἀναγνωσθέντος δὲ τοῦ ψηφίσματος ἠξίουν τινὲς προσγράφειν ὅπως καί στρεβλωθεὶς Φωκίων ἀποθάνοι, καί τὸν τροχὸν εἰσφέρειν καί τοὺς ὑπηρέτας καλεῖν προσέταττον. ὁ δὲ Ἁγνωνίδης καί τὸν Κλεῖτον ὁρῶν δυσχεραίνοντα καί τὸ πρᾶγμα βαρβαρικὸν εἶναι καί μιαρὸν ἡγούμενος, ὅταν, ἔφη, Καλλιμέδοντα τὸν μαστιγίαν λάβωμεν, ὦ ἄνδρες Ἀθηναῖοι, στρεβλώσομεν· περὶ δὲ Φωκίωνος οὐδὲν ἐγὼ γράφω τοιοῦτον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme