Thesauros Literature biography Φωκίων

Φωκίων

Φωκίων Plutarch
37.1 ἦν δὲ ἡμέρα μηνὸς Μουνυχιῶνος ἐνάτη ἐπὶ δέκα, καὶ τῷ Διῒ τὴν πομπὴν πέμποντες οἱ ἱππεῖς παρεξῄεσαν ὧν οἱ μὲν ἀφείλοντο τοὺς στεφάνους, οἱ δὲ πρὸς τὰς θύρας δεδακρυμένοι τῆς εἱρκτῆς ἀπέβλεψαν. ἐφάνη δὲ τοῖς μὴ παντάπασιν ὠμοῖς καὶ διεφθαρμένοις ὑπʼ ὀργῆς καὶ φθόνου τὴν ψυχὴν, ἀνοσιώτατον γεγονέναι τὸ μηδʼ ἐπισχεῖν τὴν ἡμέραν ἐκείνην, μηδὲ καθαρεῦσαι δημοσίου φόνου τὴν πόλιν ἑορτάζουσαν.
37.2 οὐ μὴν ἀλλʼ ὥσπερ ἐνδεέστερον ἠγωνισμένοις τοῖς ἐχθροῖς ἔδοξε καὶ τὸ σῶμα τοῦ Φωκίωνος ἐξορίσαι καὶ μηδὲ πῦρ ἐναῦσαι μηδένα πρὸς τὴν ταφὴν Ἀθηναίων, διὸ φίλος μὲν οὐδεὶς ἐτόλμησεν ἅψασθαι τοῦ σώματος, Κωνωπίων δέ τις, ὑπουργεῖν εἰθισμένος τὰ τοιαῦτα μισθοῦ, κομισθέντα τὸν νεκρὸν ὑπὲρ τὴν Ἐλευσῖνα, πῦρ λαβὼν ἐκ τῆς Μεγαρικῆς, ἔκαυσεν.
37.3 ἡ δὲ γυνὴ παροῦσα μετὰ τῶν θεραπαινίδων ἔχωσε μὲν αὐτόθι χῶμα κενὸν καὶ κατέσπεισεν, ἐνθεμένη δὲ τῷ κόλπῳ τὰ ὀστᾶ καὶ κομίσασα νύκτωρ εἰς τὴν οἰκίαν κατώρυξε παρὰ τὴν ἑστίαν, εἰποῦσα· σοὶ, ὦ φίλη ἑστία, παρακατατίθεμαι ταῦτα ἀνδρὸς ἀγαθοῦ λείψανα· σὺ δὲ αὐτὰ τοῖς πατρῴοις ἀπόδος ἠρίοις, ὅταν Ἀθηναῖοι σωφρονήσωσι.
38.1 καὶ μέντοι χρόνου βραχέος διαγενομένου, καὶ τῶν πραγμάτων διδασκόντων οἷον ἐπιστάτην καὶ φύλακα σωφροσύνης καὶ δικαιοσύνης ὁ δῆμος ἀπώλεσεν, ἀνδριάντα μὲν αὐτοῦ χαλκοῦν ἀνέστησαν, ἔθαψαν δὲ δημοσίοις τέλεσι τὰ ὀστᾶ. τῶν δὲ κατηγόρων Ἁγνωνίδην μὲν αὐτοὶ θάνατον καταχειροτονήσαντες ἀπέκτειναν, Ἐπίκουρον δὲ καὶ Δημόφιλον ἀποδράντας ἐκ τῆς πόλεως ἀνευρὼν ὁ τοῦ Φωκίωνος υἱὸς ἐτιμωρήσατο.
38.2 τοῦτον οὔτε τἆλλα σπουδαῖον ἄνδρα γενέσθαι φασί, καὶ παιδίσκης ἐρῶντα παρὰ πορνοβοσκῷ τρεφομένης κατὰ τύχην Θεοδώρῳ τῷ ἀθέῳ παραγενέσθαι λόγον ἐν Λυκείῳ διαλεγομένῳ τοιοῦτον εἰ τὸ φίλον λύσασθαι μὴ αἰσχρόν ἐστιν, οὐδὲ τὸ φίλην ὁμοίως· εἰ δὲ μὴ τὸ ἑταῖρον, οὐδὲ τὸ ἑταίραν· θέμενον οὖν ἑαυτῷ πρὸς τὴν ἐπιθυμίαν τὸν λόγον ὡς εὖ ἔχοντα, λύσασθαι τὴν ἑταίραν. ἀλλὰ τὰ μὲν περὶ Φωκίωνα πραχθέντα τῶν περὶ Σωκράτην πάλιν ἀνέμνησε τοὺς Ἕλληνας, ὡς ὁμοιοτάτης ἐκείνῃ τῆς ἁμαρτίας ταύτης καὶ δυστυχίας τῇ πόλει γενομένης.
← Previous 31 / 31

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme