Thesauros Literature biography Κάτων

Κάτων

Κάτων Plutarch
14.2 καὶ πολλὰ μὲν εὐθὺς ἐν τῷ φιλοφρονεῖσθαι καὶ ἀσπάζεσθαι παρόντα, πλείω δὲ ἔτι μεταστάντος ἐγκώμια διῆλθεν αὐτοῦ τῆς ἀρετῆς, ὥστε πάντας ἐπιστρεφομένους καὶ προσέχοντας ἤδη τῷ Κάτωνι, θαυμάζειν ἐξ ὧν πρότερον κατεφρονεῖτο, καὶ πρᾳότητα καὶ μεγαλοψυχίαν ἀναθεωρεῖν. καὶ γὰρ ἡ Πομπηΐου σπουδὴ περὶ αὐτόν οὐκ ἐλάνθανε θεραπεύοντος οὖσα μᾶλλον ἢ φιλοῦντος, ἀλλʼ ἔγνωσαν ὅτι θαυμάζει μὲν παρὄντα, χαίρει δὲ ἀπερχομένῳ.
14.3 τοὺς γὰρ ἄλλους νέους, ὅσοι παρʼ αὐτόν ἀφικνοῦντο, φιλοτιμούμενος κατεῖχε καὶ ποθῶν αὐτῷ συνεῖναι, τοῦ δὲ Κάτωνος οὐδὲν ἐδεήθη τοιοῦτον, ἀλλʼ ὥσπερ οὐκ ἀνυπεύθυνος ἄρχων ἐκείνου παρόντος ἐξέπεμψεν ἄσμενος, μόνῳ σχεδὸν ἐκείνῳ τῶν εἰς Ῥώμην πλεόντων τὰ τέκνα καὶ τὴν γυναῖκα παρακαταθέμενος, ἄλλως αὐτῷ προσήκοντα καὶ διὰ συγγένειαν. ἐκ τούτου δόξα καὶ σπουδὴ καὶ ἅμιλλα περὶ αὐτὸν ἦν τῶν πόλεων καὶ δεῖπνα καὶ κλήσεις, ἐν οἷς τοὺς φίλους ἐκέλευε προσέχειν αὐτῷ, μὴ λάθῃ βεβαιώσας τὸν Κουρίωνος λόγον.
14.4 ὁ γὰρ Κουρίων ἀχθόμενος τῷ αὐστηρῷ τοῦ Κάτωνος, φίλου καὶ συνήθους ὄντος, ἠρώτησεν αὐτόν εἰ πρόθυμός ἐστι μετὰ τὴν στρατείαν γενέσθαι τῆς Ἀσίας θεατής, τοῦ δὲ καὶ πάνυ φήσαντος, εὖ λέγεις, εἶπεν ὁ Κουρίων, ἡδίων γὰρ ἐπανήξεις ἐκεῖθεν καὶ μᾶλλον ἥμερος οὕτω πως καὶ τῷ ῥήματι χρησάμενος.
15.1 Δηϊόταρος δὲ ὁ Γαλάτης μετεπέμψατο μὲν τὸν Κάτωνα πρεσβύτερος ὢν ἤδη παραθέσθαι τοὺς παῖδας αὐτῷ βουλόμενος καὶ τὸν οἶκον, ἐλθόντι δὲ προσφέρων δῶρα παντοδαπὰ καὶ πειρῶν καὶ δεόμενος πάντα τρόπον οὕτω παρώξυνεν ὥστε, δείλης ἐλθόντα καὶ νυκτερεύσαντα, τῇ ὑστεραίᾳ περὶ τρίτην ὥραν ἀπᾶραι.
15.2 προελθὼν μέντοι μιᾶς ἡμέρας ὁδόν εὗρεν ἐν Πεσσινοῦντι πλείονα τῶν ἐκεῖ δώρων αὖθις αὐτὸν ὑπομένοντα, καὶ γράμματα τοῦ Γαλάτου δεομένου, λαβεῖν αὐτὸς εἰ μὴ πρόθυμός ἐστιν, ἀλλὰ τοὺς φίλους ἐᾶσαι, πάντως μὲν ἀξίους ὄντας εὖ παθεῖν διʼ ἐκεῖνον οὐκ ὄντων δὲ τῶν ἰδίων τοῦ Κάτωνος τοσούτων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme