Thesauros Literature biography Κάτων

Κάτων

Κάτων Plutarch
24.3 φαίνεται δὲ ὅλως ἀτύχημα γενέσθαι τοῦ Κάτωνος ἡ γυναικωνῖτις αὕτη μὲν γὰρ ἐπὶ Καίσαρι κακῶς ἤκουσε· τὰ δὲ τῆς ἑτέρας Σερβιλίας, ἀδελφῆς δὲ Κάτωνος, ἀσχημονέστερα. Λευκόλλῳ γὰρ γαμηθεῖσα, πρωτεύσαντι Ῥωμαίων κατὰ δόξαν ἀνδρί, καὶ τεκοῦσα παιδίον ἐξέπεσε τοῦ οἴκου διʼ ἀκολασίαν. τὸ δὲ αἴσχιστον, οὐδʼ ἡ γυνὴ τοῦ Κάτωνος Ἀτιλία τοιούτων ἐκαθάρευσεν ἁμαρτημάτων, ἀλλὰ καίπερ ἐξ αὐτῆς δύο παιδία πεποιημένος ἀνάγκην ἔσχεν ἐκβαλεῖν ἀσχημονοῦσαν.
25.1 εἶτα ἔγημε θυγατέρα Φιλίππου, Μαρκίαν, ἐπιεικῆ δοκοῦσαν εἶναι γυναῖκα, περὶ ἧς ὁ πλεῖστος λόγος· καὶ καθάπερ καὶ καθάπερ the καὶ is supplied by Sintenis; Bekker has καθάπερ γάρ, after Coraës. ἐν δράματι τῷ βίῳ τοῦτο τὸ μέρος προβληματῶδες γέγονε καὶ ἄπορον. ἐπράχθη δὲ τοῦτον τὸν τρόπον, ὡς ἱστορεῖ Θρασέας, εἰς Μουνάτιον, ἄνδρα Κάτωνος ἑταῖρον καὶ συμβιωτήν, ἀναφέρων τήν πίστιν.
25.2 ἐν πολλοῖς ἐρασταῖς καὶ θαυμασταῖς τοῦ Κάτωνος ἦσαν ἑτέρων ἕτεροι μᾶλλον ἔκδηλοι καὶ διαφανεῖς, ὧν καὶ Κόϊντος Ὁρτήσιος, ἀνὴρ ἀξιώματός τε λαμπροῦ καὶ τὸν τρόπον ἐπιεικής, ἐπιθυμῶν οὖν τῷ Κάτωνι μὴ συνήθης εἶναι μηδὲ ἑταῖρος μόνον, ἀλλʼ ἁμῶς γέ πως εἰς οἰκειότητα καταμίξαι καὶ κοινωνίαν πάντα τὸν οἶκον καὶ τό γένος, ἐπεχείρησε συμπείθειν ὅπως τήν θυγατέρα Πορκίαν, Βύβλῳ συνοικοῦσαν καὶ πεποιημένην ἐκείνῳ δύο παῖδας, αὐτῷ πάλιν ὥσπερ εὐγενῆ χώραν ἐντεκνώσασθαι παράσχῃ.
25.3 δόξῃ μὲν γὰρ ἀνθρώπων ἄτοπον εἶναι τὸ τοιοῦτον, φύσει δὲ καλὸν καὶ πολιτικόν, ἐν ὥρᾳ καὶ ἀκμῇ γυναῖκα μήτε ἀργεῖν τὸ γόνιμον ἀποσβέσασαν, μήτε πλείονα τῶν ἱκανῶν ἐπιτίκτουσαν, ἐνοχλεῖν καὶ καταπτωχεύειν οὐδὲν δεόμενον, δεόμενον Coraës supplies οἶκον. κοινουμένους δὲ τὰς διαδοχὰς ἀξίοις ἀνδράσι τήν τε ἀρετὴν ἄφθονον ποιεῖν καὶ πολύχυτον τοῖς γένεσι, καὶ τήν πόλιν αὑτὴν πρὸς αὑτὴν ἀνακεραννύναι ταῖς οἰκειότησιν. εἰ δὲ πάντως περιέχοιτο τῆς γυναικὸς ὁ Βύβλος, ἀποδώσειν εὐθὺς τεκοῦσαν, οἰκειότερος αὐτῷ τε Βύβλῳ καὶ Κάτωνι ι κοινωνίᾳ παίδων γενόμενος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme