Thesauros Literature biography Κάτων

Κάτων

Κάτων Plutarch
26.3 γενομένης δὲ βουλῆς καὶ τοῦ Κάτωνος οὐχ, ὥσπερ εἰώθει, τῷ Μετέλλῳ σφοδρῶς ἐμπεσόντος, ἀλλʼ ἐπιεικῆ πολλὰ καὶ μέτρια παραινέσαντος, τέλος δὲ καὶ πρὸς δεήσεις τραπομένου καὶ τὴν Μετέλλων οἰκίαν ἀεὶ γενομένην ἀριστοκρατικὴν ἐπαινέσαντος, ἔτι μᾶλλον ἐξαρθεὶς καὶ καταφρονήσας ὁ Μέτελλος ὡς ἐνδιδόντος αὐτοῦ καὶ πτήσσοντος εἰς ὑπερηφάνους ἀπειλὰς καὶ λόγους θρασεῖς ἐξέπεσεν, ὡς βίᾳ πάντα τῆς βουλῆς διαπραξόμενος.
26.4 οὕτω δὴ μεταβαλὼν ὁ Κάτων καὶ σχῆμα καὶ φωνὴν καὶ λόγον, ἐπειπὼν δὲ πᾶσι τοῖς ἄλλοις διατεταμένως ὅτι ζῶντος αὐτοῦ Πομπήϊος οὐ παρέσται μεθʼ ὅπλων εἰς τὴν πόλιν, ἐκεῖνο τῇ βουλῇ παρέστησεν, ὡς οὐδέτερος μὲν καθέστηκεν οὐδὲ χρῆται λογισμοῖς ἀσφαλέσιν, ἔστι δὲ ἡ μὲν Μετέλλου πολιτεία μανία διʼ ὑπερβολὴν κακίας φερομένη πρὸς ὄλεθρον καὶ σύγχυσιν ἁπάντων, ἡ δὲ Κάτωνος ἀρετῆς ἐνθουσιασμός ὑπὲρ τῶν καλῶν καὶ δικαίων ἀγωνιζομένης.
27.1 ἐπεὶ δὲ τὴν ψῆφον ὑπὲρ τοῦ νόμου φέρειν ὁ δῆμος ἔμελλε, Μετέλλῳ μὲν ὅπλα καὶ ξένοι καὶ μονομάχοι καὶ θεράποντες ἐπὶ τὴν ἀγορὰν τεταγμένοι παρῆσαν, καὶ τὸ ποθοῦν μεταβολῆς ἐλπίδι Πομπήϊον ὑπῆρχε τοῦ δήμου μέρος οὐκ ὀλίγον, ἦν δὲ μεγάλη καὶ ἀπὸ Καίσαρος ῥώμη στρατηγοῦντος τότε,
27.2 Κάτωνι δὲ οἱ πρῶτοι τῶν πολιτῶν συνηγανάκτουν καὶ συνηδικοῦντο μᾶλλον ἢ συνηγωνίζοντο, πολλὴ δὲ τὴν οἰκίαν αὐτοῦ κατήφεια καὶ φόβος εἶχεν, ὥστε τῶν φίλων ἐνίους ἀσίτους διαγρυπνῆσαι μετʼ ἀλλήλων ἐν ἀπόροις ὄντας ὑπὲρ αὐτοῦ λογισμοῖς, καὶ γυναῖκα καὶ ἀδελφὰς ποτνιωμένας καὶ δακρυούσας.
27.3 αὐτὸς δʼ ἀδεῶς καὶ τεθαρρηκότως ἐντυχὼν πᾶσι καὶ παρηγορήσας, καὶ γενόμενος περὶ δεῖπνον, ὥσπερ εἰώθει, καὶ νυκτερεύσας, ὑφʼ ἑνὸς τῶν συναρχόντων, Μινυκίου Θέρμου, βαθέως καθεύδων ἐπηγέρθη· καὶ κατέβησαν εἰς ἀγοράν, ὀλίγων μὲν αὐτοὺς προπεμπόντων, πολλῶν δὲ ἀπαντώντων καὶ φυλάττεσθαι παρακελευομένων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme