Thesauros Literature biography Κάτων

Κάτων

Κάτων Plutarch
32.3 οὐ μόνον οὖν τήν διανομὴν ἐκύρωσαν, ἀλλὰ καὶ προσεψηφίσαντο τήν σύγκλητον ὀμόσαι πᾶσαν ἦ μὴν ἐπιβεβαιώσειν τὸν νόμον, καὶ βοηθήσειν ἄν τις τἀναντία πράττῃ, μεγάλα τάξαντες ἐπιτίμια κατὰ τῶν μὴ ὀμοσάντων. ὤμνυσαν οὖν ἅπαντες ἐξ ἀνάγκης, τὸ Μετέλλου τοῦ παλαιοῦ πάθος ἐν νῷ λαμβάνοντες, ὃν εἰς νόμον ὅμοιον ὀμόσαι μὴ θελήσαντα περιεῖδεν ὁ δῆμος ἐκπεσόντα φυγῇ τῆς Ἰταλίας.
32.4 διὸ καὶ τὸν Κάτωνα πολλὰ μὲν αἱ γυναῖκες οἴκοι δακρύουσαι καθικέτευον εἶξαι καὶ ὀμόσαι, πολλὰ δὲ οἱ φίλοι καὶ συνήθεις, ὁ δὲ μάλιστα συμπείσας καὶ ἀγαγὼν ἐπὶ τὸν ὅρκον ἦν Κικέρων ὁ ῥήτωρ, παραινῶν καὶ διδάσκων ὡς τάχα μὲν οὐδὲ δίκαιόν ἐστι τοῖς ἐγνωσμένοις κοινῇ μόνον οἴεσθαι δεῖν ἀπειθεῖν, ἐν δὲ ἀδυνάτῳ τῷ μεταστῆσαί τι τῶν γεγονότων ἀφειδεῖν ἑαυτοῦ παντάπασιν ἀνόητον καὶ μανικόν·
32.5 ἔσχατον δὲ κακῶν, εἰ διʼ ἣν ἅπαντα πράττει πόλιν ἀφεὶς καὶ προέμενος τοῖς ἐπιβουλεύουσιν ὥσπερ ἄσμενος ἀπαλλάξεται τῶν ὑπὲρ αὐτῆς ἀγώνων καὶ γὰρ εἰ μὴ Κάτων τῆς Ῥώμης, ἀλλʼ ἡ Ῥώμη δεῖται Κάτωνος, δέονται δὲ καὶ οἱ φίλοι πάντες· ὧν αὑτὸν εἶναι πρῶτον ὁ Κικέρων ἔλεγεν, ἐπιβουλευόμενον ὑπὸ Κλωδίου διὰ δημαρχίας ἄντικρυς ἐπʼ αὐτὸν βαδίζοντος.
32.6 ὑπὸ τούτων φασὶ καὶ τοιούτων τὸν Κάτωνα λόγων καὶ δεήσεων μαλασσόμενον οἴκοι καὶ κατʼ ἀγοράν ἐκβιασθῆναι μόλις, καὶ προσελθεῖν πρὸς τὸν ὅρκον ἔσχατον ἁπάντων πλὴν ἑνὸς Φαωνίου τῶν φίλων καὶ συνήθων.
33.1 ἐπαρθεὶς οὖν ὁ Καῖσαρ ἄλλον εἰσέφερε νόμον, τὴν Καμπανίαν σχεδὸν ὅλην προσκατανέμοντα Τοῖς ἀπόροις καὶ πένησιν. ἀντέλεγε δὲ οὐδεὶς πλὴν τοῦ Κάτωνος, καὶ τοῦτον ἀπὸ τοῦ βήματος ὁ Καῖσαρ εἷλκεν εἰς δεσμωτήριον, οὐδέν τι μᾶλλον ὑφιέμενον τῆς παρρησίας, ἀλλʼ ἐν τῷ βαδίζειν ἅμα περὶ τοῦ νόμου διαλεγόμενον καὶ παραινοῦντα παύσασθαι τοιαῦτα πολιτευομένους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme