Thesauros Literature biography Κάτων

Κάτων

Κάτων Plutarch
58.2 καί τὰ μὲν αὐτῶν δεηθέντων, τὰ δὲ τοῦ Σκηπίωνος ἀξιοῦντος, ἀνεδέξατο φρουρήσειν τὴν πόλιν, ὡς μήτε ἄκουσα μήτε ἑκοῦσα Καίσαρι προσγένοιτο. καί γὰρ ἦν εἰς ἅπαντα τὸ χωρίον ὠφέλιμον καί διαρκὲς τοῖς ἔχουσιν ἔτι δὲ μᾶλλον ὑπὸ τοῦ Κάτωνος ἐρρώσθη. καί γὰρ σῖτον εἰσήγαγεν ὑπερβάλλοντα πλήθει καί κατεσκεύαζε τὰ τείχη πύργους ἐπαιρόμενος καί τάφρους ὀχυρὰς καί χαρακώματα πρὸ τῆς πόλεως βαλλόμενος.
58.3 Ἰτυκαίων δὲ τοὺς μὲν ἡβῶντας ἐν τοῖς χαρακώμασιν ἔταξεν οἰκεῖν, τὰ ὅπλα παραδόντας αὐτῷ, τοὺς δὲ ἄλλους ἐν τῇ πόλει συνεῖχεν, ἰσχυρῶς ἐπιμελόμενος μὴ ἀδικεῖσθαι μηδὲ πάσχειν κακῶς ὑπὸ τῶν Ῥωμαίων. ὅπλα δὲ πολλὰ καί χρήματα καί σῖτον ἐξέπεμψε τοῖς ἐπὶ στρατοπέδου, καί ὅλως εἶχε τοῦ πολέμου τὴν πόλιν ταμιεῖον.
58.4 ἃ δὲ Πομπηΐῳ συνεβούλευε πρότερον καί τότε Σκηπίωνι, μὴ μάχεσθαι πρὸς ἄνδρα πολεμιστὴν καί δεινόν, ἀλλὰ τῷ χρόνῳ χρῆσθαι πᾶσαν ἀκμὴν ᾗ τυραννὶς ἰσχύει μαραίνοντι, τούτων ὁ Σκηπίων ὑπὸ αὐθαδείας κατεφρόνει· καί ποτε τῷ Κάτωνι δειλίαν ὀνειδίζων ἔγραψεν, εἰ μὴ μόνον αὐτὸς ἀγαπᾷ καθήμενος ἐν πόλει καί τείχεσιν, ἀλλὰ μηδὲ ἑτέρους ἐᾷ πρὸς τὸν καιρὸν εὐθαρσῶς χρῆσθαι τοῖς λογισμοῖς.
58.5 πρὸς ταῦτα ὁ Κάτων ἀντέγραψεν ὡς ἕτοιμός ἐστιν οὓς ἤγαγεν αὐτὸς εἰς Λιβύην ὁπλίτας καί ἱππεῖς παραλαβὼν εἰς Ἰταλίαν περαιοῦν, καί Καίσαρα μεθιστάναι καί τρέπειν ἀπʼ ἐκείνων πρὸς αὑτόν, ὡς δὲ καί τούτων ὁ Σκηπίων κατεγέλα, πάνυ δῆλος ἦν ἀχθόμενος ὁ Κάτων τῇ παραχωρήσει τῆς ἀρχῆς, ὡς οὔτε τῷ πολέμῳ καλῶς τὸν Σκηπίωνα χρησόμενον, οὔτε, ἂν παραλόγως εὐτυχήσῃ, μέτριον ἐν τῷ κρατεῖν πρὸς τοὺς πολίτας ἐσόμενον.
58.6 διὸ καὶ γνώμην εἶχεν ὁ Κάτων, καὶ πρὸς τοὺς συνήθεις ἔλεγεν, οὐ χρηστὰς μὲν ἐλπίδας ἔχειν ὑπὲρ τοῦ πολέμου διʼ ἀπειρίαν καί θρασύτητα τῶν ἡγεμόνων, εἰ δʼ οὖν εὐτυχία τις γένοιτο καί καταλυθείη Καῖσαρ, οὐ μενεῖν ἐν Ῥώμῃ, φεύξεσθαι δὲ τὴν χαλεπότητα καί πικρίαν τοῦ Σκηπίωνος, ἤδη τότε δεινὰς καί ὑπερηφάνους ποιουμένου κατὰ πολλῶν ἀπειλάς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme