Thesauros Literature biography Κάτων

Κάτων

Κάτων Plutarch
59.5 ἄχρι οὗ τὴν ἐσχάτην τύχην τῆς πατρίδος ἐξελέγξωσιν, ἣν οὐκ Ἰτύκην οὐδὲ Ἀδρούμητον οὖσαν, ἀλλὰ Ῥώμην, πολλάκις ἐκ χαλεπωτέρων σφαλμάτων ὑπὸ μεγέθους ἀναφέρεσθαι, πολλῶν δʼ αὐτοῖς εἰς σωτηρίαν καὶ ἀσφάλειαν ὑποκειμένων, καὶ μεγίστου πρὸς ἄνδρα πολεμεῖν ἐπὶ πολλὰ τοῖς καιροῖς ἀνθελκόμενον, Ἰβηρίας τε πρὸς Πομπήϊον ἀφεστώσης τὸν νέον,
59.6 αὐτῆς τε τῆς Ῥώμης οὔπω διʼ ἀήθειαν παντάπασι δεδεγμένης τὸν χαλινόν, ἀλλʼ ἀναξιοπαθούσης καὶ συνεξανισταμένης πρὸς πᾶσαν μεταβολήν, οὐδὲ τὸν κίνδυνον εἶναι φευκτέον, ἀλλὰ ἔχειν διδάσκαλον τὸν πολέμιον ἀφειδοῦντα τῆς ψυχῆς ἐπὶ ταῖς μεγίσταις ἀδικίαις, οὐχ ὥσπερ ἑαυτοῖς εἰς τὸν εὐτυχέστατον βίον κατορθοῦσιν ἢ πταίουσιν εἰς τὸν εὐκλεέστατον θάνατον τὴν ἀδηλότητα τοῦ πολέμου τελευτᾶν.
59.7 οὐ μὴν ἀλλʼ ἐκείνους γε δεῖν ἔφη βουλεύεσθαι καθʼ ἑαυτούς, συνευχόμενος ἀντὶ τῆς πρόσθεν ἀρετῆς καὶ προθυμίας αὐτοῖς τὰ δόξαντα συνενεγκεῖν.
60.1 τοιαῦτα τοῦ Κάτωνος εἰπόντος, ἦσαν μὲν οἱ καὶ τοῖς λόγοις ἀγόμενοι πρὸς τὸ θαρρεῖν, οἱ δὲ πλεῖστοι πρὸς τὸ ἀδεὲς καὶ γενναῖον αὐτοῦ καὶ φιλάνθρωπον ὀλίγου δεῖν ἐκλαθόμενοι τῶν παρόντων, ὡς μόνον ὄντα τοῦτον ἀήττητον ἡγεμόνα καὶ πάσης κρείττονα τύχης, ἐδέοντο χρῆσθαι καὶ σώμασιν αὐτῶν καὶ χρήμασι καὶ ὅπλοις, ὅπως αὐτὸς ἔγνωκε· κρεῖττον γὰρ ἐκείνῳ πειθομένους ἀποθανεῖν ἢ σώζεσθαι προδόντας ἀρετὴν τοσαύτην.
60.2 εἰπόντος δέ τινος ὡς χρὴ ψηφίσασθαι δούλοις ἐλευθερίαν, καὶ τῶν πλείστων συνεπαινεσάντων, οὐκ ἔφη τοῦτο ποιήσειν ὁ Κάτων οὐ γὰρ εἶναι νόμιμον οὐδὲ δίκαιον, αὐτῶν μέντοι τῶν δεσποτῶν ἀφιέντων τοὺς ἐν ἡλικίᾳ δέχ; εσθαι. γενομένων δὲ πολλῶν ὑποσχέσεων κελεύσας ἀπογράφεσθαι τὸν βουλόμενον ἀπηλλάττετο.
60.3 καὶ μετὰ μικρὸν ἧκεν αὐτῷ γράμματα παρὰ Ἰόβα καὶ Σκηπίωνος, Ἰόβα μὲν ἐν ὄρει κεκρυμμένου μετʼ ὀλίγων ἐρωτῶντος ὅ τι πράττειν δέδοκται τῷ Κάτωνι· καὶ γὰρ περιμενεῖν Ἰτύκην ἐκλιπόντα καὶ πολιορκουμένῳ μετὰ στρατιᾶς ἐπιβοηθήσειν, Σκηπίωνος δὲ πρὸς ἄκρᾳ τινὶ ναυλοχοῦντος οὐ πόρρω τῆς Ἰτύκης ἐπὶ τοῖς αὐτοῖς καραδοκοῦντος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme