Thesauros Literature biography Κάτων

Κάτων

Κάτων Plutarch
61.1 ἔδοξεν οὖν τῷ Κάτωνι τοὺς γραμματοφόρους ἐπισχεῖν, ἄχρι οὗ βεβαιώσῃ τὰ παρὰ τῶν τριακοσίων, οἱ μὲν γὰρ ἀπὸ βουλῆς ἦσαν πρόθυμοι, καὶ τοὺς οἰκέτας εὐθὺς ἀφιέντες ἐλευθέρους ὥπλιζον τῶν δὲ τριακοσίων, ἅτε δὴ πλωτικῶν καὶ δανειστικῶν ἀνθρώπων καὶ τὸ πλεῖστον ἐν τοῖς οἰκέταις τῆς οὐσίας ἐχόντων, οὐ πολὺν οἱ Κάτωνος λόγοι χρόνον ἐμμείναντες ἐξερρύησαν·
61.2 καθάπερ γὰρ τῶν σωμάτων τὰ μανὰ δέχεται ῥᾳδίως τὴν θερμότητα καὶ πάλιν μεθίησι, τοῦ πυρὸς ἀπαχθέντος ψυχούμενα, παραπλησίως ἐκείνους ὁ μὲν Κάτων ὁρώμενος ἀνεζωπύρει καὶ διεθέρμαινεν, αὐτοὺς δὲ ἑαυτοῖς λόγον διδόντας ὁ Καίσαρος φόβος ἐξέκρουσε τῆς πρὸς Κάτωνα καὶ τὸ καλὸν αἰδοῦς. τίνες γὰρ, ἔφασαν, ὄντες, τίνι τὸ προστασσόμενον ποιεῖν ἀπαξιοῦμεν;
61.3 οὐχὶ Καῖσαρ μὲν οὗτος εἰς ὃν ἡ Ῥωμαίων ἅπασα περιέστηκεν ἰσχύς; ἡμῶν δὲ Σκηπίων οὐδεὶς οὐδὲ Πομπήϊος οὐδὲ Κάτων, ἀλλὰ ἐν οἷς καιροῖς πάντες ἄνθρωποι ταπεινότερα τῶν προσηκόντων διὰ φόβον φρονοῦσιν, ἐν τούτοις ἡμεῖς ὑπερμαχοῦντες τῆς Ῥωμαίων ἐλευθερίας πολεμοῦμεν ἐξ Ἰτύκης ᾧ Κάτων μετὰ Πομπηΐου Μάγνου φεύγων ὑφεῖτο τῆς Ἰταλίας; καὶ δούλους ἐλευθεροῦμεν κατὰ Καίσαρος, οἷς αὐτοῖς ἐλευθερίας, ὅσον ἂν ἐκεῖνος θέλῃ, μέτεστιν; ἀλλʼ ἔτι νῦν, ὦ μοχθηροὶ, γνόντες ἑαυτοὺς παραιτώμεθα τὸν κρατοῦντα καὶ πέμψωμεν τοὺς δεησομένους.
61.4 ταῦτα οἱ μετριώτατοι τῶν τριακοσίων παρῄνουν οἱ δὲ πλεῖστοι τοῖς συγκλητικοῖς ἐπεβούλευον, ὡς, εἰ τούτους συλλάβοιεν, ἱλασόμενοι τὴν πρὸς αὐτοὺς ὀργὴν τοῦ Καίσαρος.
62.1 δὲ Κάτων ʼὑπονοῶν τὴν μεταβολὴν οὐκ ἤλεγχε, τῷ μέντοι Σκηπίωνι καὶ τῷ Ἰόβᾳ γράψας ἀπέχεσθαι τῆς Ἰτύκης ἀπιστίᾳ Τῶν τριακοσίων ἐξέπεμψε τοὺς γραμματοφόρους. τῶν δὲ ἱππέων οἱ διαφυγόντες ἀπὸ τῆς μάχης, ἀριθμὸς οὐκ εὐκαταφρόνητος, προσελάσαντες τῇ Ἰτύκῃ πέμπουσι πρὸς τὸν Κάτωνα τρεῖς ἄνδρας οὐ τὴν αὐτὴν γνώμην ἀπὸ πάντων ἔχοντας.
62.2 οἱ μὲν γὰρ ἀπιέναι πρὸς Ἰόβαν, οἱ δὲ τῷ Κάτωνι προσχωρεῖν ὥρμηντο, τοὺς δὲ καὶ δέος εἶχεν εἰς Ἰτύκην παριέναι. ταῦτα ὁ Κάτων ἀκούσας τοῖς μὲν τριακοσίοις ἐκέλευσε προσέχειν Μᾶρκον Ῥούβριον, ἀτρέμα τὰς ἀπογραφὰς Τῶν ἐλευθερούντων δεχόμενον καὶ μὴ προσβιαζόμενον,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme