Thesauros Literature biography Κάτων

Κάτων

Κάτων Plutarch
62.3 αὐτὸς δὲ τοὺς συγκλητικοὺς ἀναλαβὼν προῆλθεν ἔξω τῆς Ἰτύκης, καὶ τοῖς ἱππάρχοις ἐνέτυχε δεόμενος μὴ προέσθαι Ῥωμαίων ἄνδρας ἀπὸ βουλῆς τοσούτους μηδὲ Ἰόβαν ἑλέσθαι στρατηγὸν ἀντὶ Κάτωνος, ἀλλὰ σῴζεσθαι κοινῇ καὶ σῴζειν, παρελθόντας εἰς πόλιν οὔτε κατὰ κράτος ἁλώσιμον εἰς ἔτη τε πάμπολλα σῖτον καὶ τὴν ἄλλην παρασκευὴν ἔχουσαν.
62.4 ταῦτα δὲ καὶ Τῶν συγκλητικῶν δεομένων καὶ δακρυόντων οἱ μὲν ἵππαρχοι διελέγοντο τοῖς ἱππεῦσιν, ὁ δὲ Κάτων ἐπὶ χώματός τινος καθίσας μετὰ Τῶν συγκλητικῶν ἀνέμενε τὰς ἀποκρίσεις.
63.1 ἐν δὲ τούτῳ παρῆν ὁ Ῥούβριος σὺν ὀργῇ κατηγορῶν τῶν τριακοσίων ἀκοσμίαν πολλὴν καὶ θόρυβον, ὡς ἀφισταμένων καὶ διαταραττόντων τὴν πόλιν. ἐφʼ οἷς οἱ μὲν ἄλλοι παντάπασιν ἀπογνόντες ἑαυτῶν εἰς δάκρυα καὶ ὀδυρμοὺς ἐξέπεσον, ὁ δὲ Κάτων ἐκείνους τε θαρσύνειν ἐπειρᾶτο καὶ πρὸς τοὺς τριακοσίους ἔπεμψεν ἀναμεῖναι κελεύων.
63.2 οἱ δὲ ἀπὸ τῶν ἱππέων ἧκον οὐ μέτρια προστάττοντες· ἔφασαν γὰρ οὔτε Ἰόβα δεῖσθαι μισθοδοτοῦντος οὔτε Καίσαρα φοβεῖσθαι Κάτωνος αὐτῶν ἄρχοντος, Ἰτυκαίοις δέ, Φοίνιξιν ἀνθρώποις εὐμεταβόλοις, συγκαθείργνυσθαι δεινὸν εἶναι· καὶ γὰρ εἰ νῦν ἀτρεμοῦσιν, ὅταν Καῖσαρ ἐπίῃ, συνεπιθήσεσθαι καὶ προδώσειν.
63.3 εἴπερ οὖν δεῖταί τις αὐτῶν συμπολεμούντων καὶ συμπαρόντων, ἐκβαλὼν ἅπαντας Ἰτυκαίους ἢ διαφθείρας, οὕτως εἰς πόλιν καθαρὰν πολεμίων καὶ βαρβάρων καλείτω. ταῦτα ὁ Κάτων ἄγρια μὲν δεινῶς ἡγεῖτο καὶ βάρβαρα, πρᾴως δὲ ἀπεκρίνατο βουλεύσεσθαι μετὰ τῶν τριακοσίων.
63.4 καὶ παρελθὼν αὖθις εἰς τὴν πόλιν ἐνετύγχανε τοῖς ἀνδράσιν οὐκέτι σκήψεις οὐδὲ παραγωγὰς πλασσομένοις ὑπʼ αἰδοῦς πρὸς αὐτόν, ἄντικρυς δέ χαλεπαίνουσιν εἴ τις αὐτοὺς βιάζοιτο πολεμεῖν Καίσαρι μὴ δυναμένους μηδὲ βουλομένους· ἔνιοι δὲ καὶ παρεφθέγγοντο περὶ τῶν συγκλητικῶν, ὡς καθεκτέον ἐν τῇ πόλει Καίσαρος προσιόντος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme