Thesauros Literature biography Κάτων

Κάτων

Κάτων Plutarch
64.4 ἐγνωκότες δʼ οὖν Καίσαρος δεῖσθαι καὶ πέμπειν πρὸς αὐτόν, ὑπὲρ ἐκείνου μάλιστα καὶ πρώτου ποιήσεσθαι δέησιν· εἰ δὲ μὴ πείθοιεν, οὐδʼ αὐτοῖς διδομένην δέξεσθαι τὴν χάριν, ἀλλʼ ἄχρι ἂν ἐμπνέωσι πολεμήσειν ὑπὲρ ἐκείνου. πρὸς ταῦτα ὁ Κάτων ἐπαινέσας τὴν εὔνοιαν ἔφη χρῆναι τῆς αὐτῶν σωτηρίας ἕνεκα πέμπειν κατὰ τάχος, ὑπὲρ αὐτοῦ δὲ μὴ δεῖσθαι·
64.5 κεκρατημένων γὰρ εἶναι δέησιν καὶ ἀδικούντων παραίτησιν αὐτὸς δὲ οὐ μόνον ἀήττητος γεγονέναι παρὰ πάντα τὸν βίον, ἀλλὰ καὶ νικᾶν ἐφʼ ὅσον ἐβούλετο καὶ κρατεῖν Καίσαρος τοῖς καλοῖς καὶ δικαίοις· ἐκεῖνον δʼ εἶναι τὸν ἑαλωκότα καὶ νενικημένον ἃ γὰρ ἠρνεῖτο πράττων κατὰ τῆς πατρίδος πάλαι, νῦν ἐξηλέγχθαι καὶ πεφωρᾶσθαι.
65.1 τοιαῦτα διαλεχθεὶς τοῖς τριακοσίοις ἀπηλλάττετο· καὶ πυθόμενος Καίσαρα πᾶσαν ἄγοντα τήν στρατιὰν ἤδη καθʼ ὁδὸν εἶναι, παπαὶ, εἶπεν, ὡς ἐπʼ ἄνδρας ἡμᾶς ἐκεῖνος καὶ τραπόμενος πρὸς τοὺς συγκλητικοὺς ἐκέλευε μὴ μέλλειν, ἀλλʼ ἕως παραμένουσιν οἱ ἱππεῖς σῴζεσθαι. καὶ τὰς μὲν ἄλλας ἀπέκλεισε θύρας, μιᾷ δὲ τῇ πρὸς θάλασσαν φερούσῃ φερούσῃ after this word one Paris MS. (C) has ἐχρῆτο πρὸς ἔξοδον (he used as an exit). Bekker adopts what other editors regard as a gloss, adding also καί; Sintenis2 assumes a lacuna. τά τε πλοῖα τοῖς ὑφʼ ἑαυτὸν διένειμε καὶ τάξεως ἐπεμελεῖτο, παύων τὰς ἀδικίας καὶ διαλύων τοὺς θορύβους, καὶ τοὺς ἀπόρως ἔχοντας ἐφοδιάζων.
65.2 ἐπεὶ δὲ Μᾶρκος Ὀκτάβιος ἄγων δύο τάγματα πλησίον κατεστρατοπέδευσε καὶ πέμπων ἠξίου τὸν Κάτωνα περὶ ἀρχῆς διορίσασθαι πρὸς αὐτόν, ἐκείνῳ μὲν οὐθὲν ἀπεκρίνατο, πρὸς δὲ τοὺς φίλους εἶπεν εἶτα θαυμάζομεν ὅπως ἀπόλωλε τὰ πράγματα, τήν φιλαρχίαν ὁρῶντες ἡμῖν ἐν αὐτῷ τῷ ὀλέθρῳ βεβηκόσι παραμένουσαν;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme