Thesauros Literature biography Δημοσθένης

Δημοσθένης

Δημοσθένης Plutarch
25.5 οἱ δʼ εὐφυεῖς χλευάζοντες οὐχ ὑπὸ συνάγχης ἔφραζον, ἀλλʼ ὑπʼ ἀργυράγχης εἰλῆφθαι νύκτωρ τὸν δημαγωγόν. ὕστερον δὲ τοῦ δήμου παντὸς αἰσθομένου τὴν δωροδοκίαν καὶ βουλόμενον ἀπολογεῖσθαι καὶ πείθειν ὀνκ ἐῶντος, ἀλλὰ χαλεπαίνοντος καὶ θορυβοῦντος, ἀναστάς τις ἔσκωψεν εἰπών οὐκ ἀκούσεσθε, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦ τὴν κύλικα ἔχοντος;
25.6 τότε μὲν οὖν ἀπέπεμψαν ἐκ τῆς πόλεως τὸν Ἅρπαλον, δεδιότες δὲ μὴ λόγον ἀπαιτῶνται χρημάτων ὧν διηρπάκεσαν οἱ ῥήτορες, ζήτησιν ἐποιοῦντο νεανικήν καὶ τὰς οἰκίας ἐπιόντες ἠρεύνων, πλὴν τῆς Καλλικλέους τοῦ Ἀρρενείδου. μόνην γὰρ τὴν τούτου νεωστὶ γεγαμηκότος ὀνκ εἴασαν ἐλεγχθῆναι, νύμφης ἔνδον οὔσης, ὡς ἱστορεῖ Θεόπομπος.
26.1 ὁ δὲ Δημοσθένης ὁμόσε χωρῶν εἰσήνεγκε ψήφισμα τὴν ἐξ Ἀρείου πάγου βουλὴν ἐξετάσαι τὸ πρᾶγμα καὶ τοὺς ἐκείνῃ δόξαντας ἀδικεῖν δοῦναι δίκην. ἐν δὲ πρώτοις αὐτοῦ τῆς βουλῆς ἐκείνου καταψηφισαμένης, εἰσῆλθε μὲν εἰς τὸ δικαστήριον, ὀφλὼν δὲ πεντήκοντα ταλάντων δίκην καὶ παραδοθεὶς εἰς τὸ δεσμωτήριον,
26.2 αἰσχύνῃ τῆς αἰτίας φησὶφησὶ Reiske, and Graux with Ma:φασί καὶ διʼ ἀσθένειαν τοῦ σώματος οὐ δυναμένου φέρειν τὸν εἱργμὸν ἀποδρᾶναι τοὺς μὲν λαθόντα, τῶν δὲ λαθεῖν ἐξουσίαν δόντων. λέγεται γοῦν ὡς οὐ μακρὰν τοῦ ἄστεος φεύγων αἴσθοιτό τινας τῶν διαφόρων αὐτῷ πολιτῶν ἐπιδιώκοντας, καὶ βούλοιτο μὲν αὑτὸν ἀποκρύπτειν,
26.3 ὡς δʼ ἐκεῖνοι φθεγξάμενοι τοὔνομα καὶ προσελθόντες ἐγγὺς ἐδέοντο λαβεῖν ἐφόδια παρʼ αὐτῶν, ἐπʼ αὐτὸ τοῦτο κομίζοντες ἀργύριον οἴκοθεν καὶ τούτου χάριν ἐπιδιώξαντες αὐτόν, ἅμα δὲ θαρρεῖν παρεκάλουν καὶ μὴ φέρειν ἀνιαρῶς τὸ συμβεβηκός, ἔτι μᾶλλον ἀνακλαύσασθαι τὸν Δημοσθένην καὶ εἰπεῖν πῶς δʼ οὐ μέλλω φέρειν βαρέως ἀπολειπὼν πόλιν ἐχθροὺς τοιούτους ἔχουσαν οἵους ἐν ἑτέρᾳ, φίλους εὑρεῖν οὐ ῥᾴδιόν ἐστιν;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme