Thesauros Literature biography Σύγκρισις Δημοσθένους καὶ Κικέρωνος

Σύγκρισις Δημοσθένους καὶ Κικέρωνος

Σύγκρισις Δημοσθένους καὶ Κικέρωνος Plutarch
1.6 δοκεῖ δὲ καὶ γέλωτος οἰκεῖος ὁ Κικέρων γεγονέναι καὶ φιλοσκώπτης, τό τε πρόσωπον αὐτοῦ μειδίαμα καὶ γαλήνην παρεῖχε, τῷ δὲ Δημοσθένους ἀεί τις ἐπῆν σπουδή, καὶ τὸ πεφροντικὸς τούτο καὶ σύννουν οὐ ῥᾳδίως ἀπέλειπενἀπέλειπεν with Graux and Bekker, after Coraës:ἀπέλιπεν. ὅθεν καὶ δύσκολον αὐτὸν οἱ ἐχθροὶ καὶ δύστροπον, ὡς αὐτός φησιν, ἀπεκάλουν.
2.1 ἔτι τοίνυν ἐν τοῖς συγγράμμασι κατιδεῖν ἔστι τὸν μὲν ἐμμελῶς καὶ ἀνεπαχθῶς τῶν εἰς αὑτὸν ἀπτόμενον ἐγκωμίων, ὅτε τούτου δεήσαι πρὸς ἕτερόν τι μεῖζον, τἆλλα δʼ εὐλαβῆ καὶ μέτριον· ἡ δὲ Κικέρωνος ἐν τοῖς λόγοις ἀμετρία τῆς περιαυτολογίας ἀκρασίαν τινὰ κατηγόρει πρὸς δόξαν, βοῶντος ὡς τὰ ὅπλα ἔδει τῇ τηβέννῳ καὶ τῇ γλώττῃ τὴν θριαμβικὴν ὑπείκειν δάφνην.
2.2 τελευτῶν δʼ οὐ τὰ ἔργα καὶ τὰς πράξεις μόνον, ἀλλὰ καὶ τοὺς λόγους ἐπαινεῖ τοὺς εἰρημένους ὑφʼ αὑτοὺὑφ’ αὑτοὺ Graux with Ma:ὑπ’ αὐτοῦ. καὶ γεγραμμένους, ὥσπερ Ἰσοκράτει καὶ Ἀναξιμένει τοῖς σοφισταῖς διαμειρακιευόμενος, οὐ τὸν Ῥωμαίων δῆμον ἄγειν ἀξιῶν καὶ ὀρθοῦν, βριθύν, ὁπλιτοπάλαν, δάϊον ἀντιπάλοις.
2.3 ἰσχύειν μὲν γὰρ διὰ λόγου τὸν πολιτευόμενον ἀναγκαῖον, ἀγαπᾶν δʼ ἀγεννὲς καὶ λιχνεύειν τὴν ἀπὸ τοῦ λόγου δόξαν. ὅθεν ἐμβριθέστερος ταύτῃ καὶ μεγαλοπρεπέστεροςμεγαλοπρεπέστερος with Bekker, after Stephanus:μεγαλοπρεπέστατος. ὁ Δημοσθένης, τὴν μὲν αὑτοῦ δύναμιν ἐμπειρίαν τινὰ πολλῆς δεομένην τῆς παρὰ τῶν ἀκροωμένων εὐνοίας ἀποφαινόμενος, ἀνελευθέρους δὲ καὶ βαναύσους, ὥσπερ εἰσί, τοὺς ἐπὶ τούτῳ φυσωμένους ἡγούμενος.
3.1 ἡ μὲν οὖν ἐν τῷ δημηγορεῖν καὶ πολιτεύεσθαι δύναμις ὁμαλῶς ἀμφοτέροις ὑπῆρξεν, ὥστε καὶ τοὺς τῶν ὅπλων καὶ στρατοπέδων κυρίους δεῖσθαι, Δημοσθένους μὲν Χάρητα καὶ Διοπείθην καὶ Λεωσθένην, Κικέρωνος δὲ Πομπήϊον καὶ Καίσαρα τὸν νέον, ὡς αὐτὸς ὁ Καῖσαρ ἐν τοῖς πρὸς Ἀγρίππαν καὶ Μαικήναν ὑπομνήμασιν εἴρηκεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme