Thesauros Literature biography Δημήτριος

Δημήτριος

Δημήτριος Plutarch
19.5 πυθόμενος δὲ αὖθις ἀσθενῶς ἔχειν αὐτὸν ἐβάδιζεν ὀψόμενος, καὶ τῶν καλῶν τινι περὶ θύρας ἀπήντησεν· εἰσελθὼν δὲ καὶ καθίσας παρʼ αὐτὸν ἥψατο τῆς χειρός· ἐκείνου δὲ εἰπόντος ὅτι νῦν ὁ πυρετὸς ἀποκεχώρηκεν, ἀμέλει, παιδίον, ἔφη, καὶ ἐμοὶ νῦν περὶ θύρας ἀπιὼν ἀπήντηκε.
19.6 ταῦτα δὲ οὕτω πρᾴως ἔφερε τοῦ Δημητρίου διὰ τὴν ἄλλην πρᾶξιν. οἱ μὲν γὰρ Σκύθαι πίνοντες καὶ μεθυσκόμενοι παραψάλλουσι τὰς νευρὰς τῶν τόξων, οἷον ἐκλυόμενον ὑπὸ τῆς ἡδονῆς ἀνακαλούμενοι τὸν θυμόν, ἐκεῖνος δὲ τὰ μὲν ἡδονῇ διδοὺς ἁπλῶς ἑαυτόν, τὰ δὲ σπουδῇ, καὶ θάτερα τῶν ἑτέρων ἄκρατα μεταχειριζόμενος, οὐχ ἧττον ἦν δεινὸς ἐν ταῖς τοῦ πολέμου παρασκευαῖς.
20.1 ἀλλὰ καὶ παρασκευάσασθαι δύναμιν ἢ χρήσασθαι βελτίων ἐδόκει στρατηγὸς εἶναι, πάντα μὲν ἐκ περιουσίας ὑπάρχειν βουλόμενος ἐπὶ τὰς χρείας, τῆς δὲ περὶ τὰς ναῦς καὶ τὰ μηχανήματα μεγαλουργίας καὶ καθʼ ἡδονήν τινα τοῦ θεωρεῖν ἀπλήστως ἔχων. εὐφυὴς γὰρ ὢν καὶ θεωρητικὸς οὐκ εἰς παιδιὰς οὐδʼ εἰς διαγωγὰς ἀχρήστους ἔτρεψε τὸ φιλότεχνον, ὥσπερ ἄλλοι βασιλεῖς αὐλοῦντες καὶ ζωγραφοῦντες καὶ τορεύοντες.
20.2 Ἀέροπος γὰρ ὁ Μακεδὼν τραπέζια μικρὰ καὶ λυχνίδια τεκταινόμενος, ὁπότε σχολάζοι, διῆγεν. Ἄτταλος δὲ ὁ Φιλομήτωρ ἐκήπευε τὰς φαρμακώδεις βοτάνας, οὐ μόνον ὑοσκύαμον καὶ ἐλλέβορον, ἀλλὰ καὶ κώνειον καὶ ἀκόνιτον καὶ δορύκνιον, αὐτὸς ἐν τοῖς βασιλείοις σπείρων καὶ φυτεύων, ὀπούς τε καὶ καρπὸν αὐτῶν ἔργον πεποιημένος εἰδέναι καὶ κομίζεσθαι καθʼ ὥραν. οἱ δὲ Πάρθων βασιλεῖς ἐσεμνύνοντο τὰς ἀκίδας τῶν βελῶν χαράττοντες αὐτοὶ καὶ παραθήγοντες.
20.3 ἀλλὰ μὴν Δημητρίου καὶ τὸ βάναυσον ἦν βασιλικόν, καὶ μέγεθος ἡ μέθοδος εἶχεν, ἅμα τῷ περιττῷ καὶ φιλοτέχνῳ τῶν ἔργων ὕψος τι διανοίας καὶ φρονήματος συνεκφερόντων, ὥστε μὴ μόνον γνώμης καὶ περιουσίας, ἀλλὰ καὶ χειρὸς ἄξια φαίνεσθαι βασιλικῆς. μεγέθει μὲν γὰρ ἐξέπληττε καὶ τοὺς φίλους, κάλλει δὲ καὶ τοὺς πολεμίους ἔτερπε. τοῦτο δὲ ἔτι μᾶλλον ἀληθῶς ἢ κομψῶς εἴρηται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme