Thesauros Literature biography Δημήτριος

Δημήτριος

Δημήτριος Plutarch
23.2 ἐπανιὼν δὲ τοὺς ἐντὸς Πυλῶν Ἕλληνας ἠλευθέρου, καὶ Βοιωτοὺς ἐποιήσατο συμμάχους,When Strabo wrote, during the reign of Augustus, the painting was still at Rhodes, where it had been seen and admired by Cicero (Orat. 2, 5); when the elder Pliny wrote, καὶ Κεγχρέας εἷλε· καὶ Φυλὴν καὶ Πάνακτον, ἐπιτειχίς ματα τῆς Ἀττικῆς ὑπὸ Κασάνδρου φρουρούμενα, καταστρεψάμενος ἀπέδωκε τοῖς Ἀθηναίοις. οἱ δὲ καίπερ ἐκκεχυμένοι πρότερον εἰς αὐτὸν καὶ κατακεχρημένοι πᾶσαν φιλοτιμίαν, ἐξεῦρον ὅμως καὶ τότε πρόσφατοι καὶ καινοὶ ταῖς κολακείαις φανῆναι.
23.3 τὸν γὰρ ὀπισθόδομον τοῦ Παρθενῶνος ἀπέδειξαν αὐτῷ κατάλυσιν· κἀκεῖ δίαιταν εἶχε, τῆς Ἀθηνᾶς λεγομένης ὑποδέχεσθαι καὶ ξενίζειν αὐτόν, οὐ πάνυ κόσμιον ξένον οὐδὲ ὡς παρθένῳ πρᾴως ἐπισταθμεύοντα.
23.4 καίτοι τὸν ἀδελφὸν αὐτοῦ Φίλιππον αἰσθόμενός ποτε ὁ πατὴρ ἐν οἰκίᾳ καταλύοντα τρεῖς ἐχούσῃ νέας γυναῖκας, πρὸς ἐκεῖνον μὲν οὐδὲν ἐφθέγξατο, παρόντος δὲ ἐκείνου, τὸν σταθμοδότην μεταπεμψάμενος, οὗτος, εἶπεν, οὐκ ἐξάξεις μου τὸν υἱὸν ἐκ τῆς στενοχωρίας;
24.1 Δημήτριος δέ, τὴν Ἀθηνᾶν αὐτῷ προσῆκον, εἰ δι’ ἄλλο μηδέν, ὥς γε πρεσβυτέραν ἀδελφὴν αἰσχύνεσθαι (τοῦτο γὰρ ἐβούλετο λέγεσθαι), τοσαύτην ὕβριν εἰς παῖδας ἐλευθέρους καὶ γυναῖκας ἀστὰς κατεσκέδασε τῆς ἀκροπόλεως ὥστε δοκεῖν τότε μάλιστα καθαρεύειν τὸν τόπον, ὅτε Χρυσίδι καὶ Λαμίᾳ καὶ Δημοῖ καὶ Ἀντικύρᾳ, ταῖς πόρναις ἐκείναις, συνακολασταίνοι.
24.2 τὰ μὲν οὖν ἄλλα σαφῶς ἀπαγγέλλειν οὐ πρέπει διὰ τὴν πόλιν, τὴν δὲ Δημοκλέους ἀρετὴν καὶ σωφροσύνην ἄξιόν ἐστι μὴ παρελθεῖν. ἐκεῖνος γὰρ ἦν ἔτι παῖς ἄνηβος, οὐκ ἔλαθε δὲ τὸν Δημήτριον ἔχων τῆς εὐμορφίας τὴν ἐπωνυμίαν κατήγορον· ἐκαλεῖτο γὰρ Δημοκλῆς ὁ καλός. ὡς δὲ πολλὰ πειρώντων καὶ διδόντων καὶ φοβούντων ὑπʼ οὐδενὸς ἡλίσκετο, τέλος δὲ φεύγων τὰς παλαίστρας καὶ τὸ γυμνάσιον εἴς τι βαλανεῖον ἰδιωτικὸν ἐφοίτα λουσόμενος, ἐπιτηρήσας τὸν καιρὸν ὁ Δημήτριος ἐπεισῆλθεν αὐτῷ μόνῳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme