Thesauros Literature biography Δημήτριος

Δημήτριος

Δημήτριος Plutarch
1.6 ἀλλʼ ὥσπερ Ἰσμηνίας ὁ Θηβαῖος ἐπιδεικνύμενος τοῖς μαθηταῖς καὶ τοὺς εὖ καὶ τοὺς κακῶς αὐλοῦντας εἰώθει λέγειν, οὕτως αὐλεῖν δεῖ, καὶ πάλιν, οὕτως αὐλεῖν οὐ δεῖ, ὁ δʼ Ἀντιγενίδας καὶ ἥδιον ᾤετο τῶν ἀγαθῶν ἀκροᾶσθαι τοὺς νέους αὐλητῶν ἐὰν καὶ τῶν φαύλων πεῖραν λαμβάνωσιν, οὕτω μοι δοκοῦμεν καὶ ἡμεῖς προθυμότεροι τῶν βελτιόνων ἔσεσθαι καὶ θεαταὶ καὶ μιμηταὶ βίων εἰ μηδὲ τῶν φαύλων καὶ ψεγομένων ἀνιστορήτως ἔχοιμεν.
1.7 Περιέξει δὴ τοῦτο τὸ βιβλίον τὸν Δημητρίου τοῦ Πολιορκητοῦ βίον καὶ Ἀντωνίου τοῦ αὐτοκράτορος, ἀνδρῶν μάλιστα δὴ τῷ Πλάτωνι μαρτυρησάντων ὅτι καὶ κακίας μεγάλας, ὥσπερ ἀρετάς, αἱ μεγάλαι φύσεις ἐκφέρουσι. γενόμενοι δʼ ὁμοίως ἐρωτικοί, ποτικοί, στρατιωτικοί, μεγαλόδωροι, πολυτελεῖς, ὑβρισταί, καὶ τὰς κατὰ τύχην ὁμοιότητας ἀκολούθους ἔσχον.
1.8 οὐ γὰρ μόνον ἐν τῷ λοιπῷ βίῳ μεγάλα μὲν κατορθοῦντες, μεγάλα δὲ σφαλλόμενοι, πλείστων δὲ ἐπικρατοῦντες, πλεῖστα δὲ ἀποβάλλοντες, ἀπροσδοκήτως δὲ πταίοντες, ἀνελπίστως δὲ πάλιν ἀναφέροντες διετέλεσαν, ἀλλὰ καὶ κατέστρεψαν, ὁ μὲν ἁλοὺς ὑπὸ τῶν πολεμίων, ὁ δὲ ἔγγιστα τοῦ παθεῖν τοῦτο γενόμενος.
2.1 Ἀντιγόνῳ τοίνυν δυεῖν υἱῶν ἐκ Στρατονίκης τῆς Κορράγου γενομένων, τὸν μὲν ἐπὶ τἀδελφῷ Δημήτριον, τὸν δʼ ἐπὶ τῷ πατρὶ Φίλιππον ὠνόμασεν. οὗτός ἐστιν ὁ τῶν πλείστων λόγος. ἔνιοι δὲ τὸν Δημήτριον οὐχ υἱόν, ἀλλʼ ἀδελφιδοῦν γενέσθαι τοῦ Ἀντιγόνου λέγουσιν· ἐπὶ νηπίῳ γὰρ αὐτῷ παντάπασι τοῦ πατρὸς τελευτήσαντος, εἶτα τῆς μητρὸς εὐθὺς τῷ Ἀντιγόνῳ γαμηθείσης, υἱὸν ἐκείνου νομισθῆναι.
2.2 τὸν μὲν οὖν Φίλιππον οὐ πολλοῖς ἔτεσι τοῦ Δημητρίου νεώτερον ὄντα συνέβη τελευτῆσαι· Δημήτριος δὲ μεγέθει μὲν ἦν τοῦ πατρὸς ἐλάττων, καίπερ ὢν μέγας, ἰδέᾳ δὲ καὶ κάλλει προσώπου θαυμαστὸς καὶ περιττός, ὥστε τῶν πλαττόντων καὶ γραφόντων μηθένα τῆς ὁμοιότητος ἐφικέσθαι. τὸ γὰρ αὐτὸ χάριν καὶ βάρος καὶ φόβον καὶ ὥραν εἶχε, καὶ συνεκέκρατο τῷ νεαρῷ καὶ ἰταμῷ δυσμίμητος ἡρωϊκή τις ἐπιφάνεια καὶ βασιλικὴ σεμνότης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme