Thesauros Literature biography Δημήτριος

Δημήτριος

Δημήτριος Plutarch
24.3 καὶ ὁ παῖς, ὡς συνεῖδε τὴν περὶ αὑτὸν ἐρημίαν καὶ τὴν ἀνάγκην, ἀφελὼν τὸ πῶμα τοῦ χαλκώματος εἰς ζέον ὕδωρ ἐνήλατο καὶ διέφθειρεν αὑτόν, ἀνάξια μὲν παθών, ἄξια δὲ τῆς πατρίδος καὶ τοῦ κάλλους φρονήσας, οὐχ ὡς Κλεαίνετος ὁ Κλεομέδοντος, ὃς ὠφληκότι τῷ πατρὶ δίκην πεντήκοντα ταλάντων ἀφεθῆναι διαπραξάμενος καὶ γράμματα παρὰ Δημητρίου κομίσας πρὸς τὸν δῆμον οὐ μόνον ἑαυτὸν κατῄσχυνεν, ἀλλὰ καὶ τὴν πόλιν συνετάραξε.
24.4 τὸν μὲν γὰρ Κλεομέδοντα τῆς δίκης ἀφῆκαν, ἐγράφη δὲ ψήφισμα μηδένα τῶν πολιτῶν ἐπιστολὴν παρὰ Δημητρίου κομίζειν. ἐπεὶ δὲ ἀκούσας ἐκεῖνος οὐκ ἤνεγκε μετρίως, ἀλλʼ ἠγανάκτησε, δείσαντες αὖθις οὐ μόνον τὸ ψήφισμα καθεῖλον, ἀλλὰ καὶ τῶν εἰσηγησαμένων καὶ συνειπόντων τοὺς μὲν ἀπέκτειναν, τοὺς δὲ ἐφυγάδευσαν, ἔτι δὲ προσεψηφίσαντο δεδόχθαι τῷ δήμῳ τῶν Ἀθηναίων πᾶν, ὅ τι ἂν ὁ βασιλεὺς Δημήτριος κελεύσῃ, τοῦτο καὶ πρὸς θεοὺς ὅσιον καὶ πρὸς ἀνθρώπους εἶναι δίκαιον.
24.5 εἰπόντος δέ τινος τῶν καλῶν κἀγαθῶν ἀνδρῶν μαίνεσθαι τὸν Στρατοκλέα τοιαῦτα γράφοντα, Δημοχάρης ὁ Λευκονοεὺς μαίνοιτο μέντἄν, εἶπεν, εἰ μὴ μαίνοιτο. πολλὰ γὰρ ὁ Στρατοκλῆς ὠφελεῖτο διὰ τὴν κολακείαν. ὁ δὲ Δημοχάρης ἐπὶ τούτῳ διαβληθεὶς ἐφυγαδεύθη. τοιαῦτα ἔπραττον Ἀθηναῖοι φρουρᾶς ἀπηλλάχθαι καὶ τὴν ἐλευθερίαν ἔχειν δοκοῦντες.
25.1 Δημήτριος δὲ παρελθὼν εἰς Πελοπόννησον, οὐδενὸς ὑφισταμένου τῶν ἐναντίων, ἀλλὰ φευγόντων καὶ προϊεμένων τὰς πόλεις, προσηγάγετο τήν τε καλουμένην Ἀκτὴν καὶ Ἀρκαδίαν, πλὴν Μαντινείας, καὶ Ἄργος καὶ Σικυῶνα καὶ Κόρινθον ἐλύσατο τάλαντα δοὺς ἑκατὸν τοῖς φρουροῦσιν.
25.2 ἐν Ἄργει μὲν οὖν τῆς τῶν Ἡραίων ἑορτῆς καθηκούσης, ἀγωνοθετῶν καὶ συμπανηγυρίζων τοῖς Ἕλλησιν, ἔγημε τὴν Αἰακίδου θυγατέρα, τοῦ Μολοττῶν βασιλέως, ἀδελφὴν δὲ Πύρρου, Δηϊδάμειαν. Σικυωνίους δὲ φήσας παρὰ τὴν πόλιν οἰκεῖν τὴν πόλιν, ἔπεισεν οὗ νῦν οἰκοῦσι μετοικίσασθαι· τῷ δὲ τόπῳ καὶ τοὔνομα τὴν πόλιν συμμεταβαλοῦσαν ἀντὶ Σικυῶνος Δημητριάδα προσηγόρευσεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme