Thesauros Literature biography Δημήτριος

Δημήτριος

Δημήτριος Plutarch
25.3 ἐν δὲ Ἰσθμῷ κοινοῦ συνεδρίου γενομένου καὶ πολλῶν ἀνθρώπων συνελθόντων, ἡγεμὼν ἀνηγορεύθη τῆς Ἑλλάδος, ὡς πρότερον οἱ περὶ Φίλιππον καὶ Ἀλέξανδρον· ὧν ἐκεῖνος οὐ παρὰ μικρὸν ἐνόμιζεν ἑαυτὸν εἶναι βελτίονα, τῇ τύχῃ τῇ παρούσῃ καὶ τῇ δυνάμει τῶν πραγμάτων ἐπαιρόμενος. Ἀλέξανδρος γοῦν οὐδένα τῶν ἄλλων βασιλέων ἀπεστέρησε τῆς ὁμωνυμίας, οὐδὲ αὑτὸν ἀνεῖπε βασιλέων βασιλέα, καίτοι πολλοῖς τὸ καλεῖσθαι καὶ εἶναι βασιλέας αὐτὸς δεδωκώς·
25.4 ἐκεῖνος δὲ χλευάζων καὶ γελῶν τοὺς ἄλλον τινὰ πλὴν τοῦ πατρὸς καὶ αὐτοῦ βασιλέα προσαγορεύοντας, ἡδέως ἤκουε τῶν παρὰ πότον ἐπιχύσεις λαμβανόντων Δημητρίου βασιλέως, Σελεύκου δὲ ἐλεφαντάρχου, Πτολεμαίου δὲ ναυάρχου, Λυσιμάχου δὲ γαζοφύλακος, Ἀγαθοκλέους δὲ τοῦ Σικελιώτου νησιάρχου.
25.5 τούτων δὲ πρὸς τοὺς βασιλεῖς ἐκφερομένων οἱ μὲν ἄλλοι βασιλεῖς κατεγέλων, Λυσίμαχος δʼ ἠγανάκτει μόνος εἰ σπάδοντα νομίζει Δημήτριος αὐτόν· ἐπιεικῶς γὰρ εἰώθεισαν εὐνούχους ἔχειν γαζοφύλακας.
25.6 ἦν δὲ καὶ πάντων ἀπεχθέστατος ὁ Λυσίμαχος αὐτῷ, καὶ λοιδορῶν εἰς τὸν ἔρωτα τῆς Λαμίας ἔλεγε νῦν πρῶτον ἑωρακέναι πόρνην προερχομένην ἐκ τραγικῆς σκηνῆς· ὁ δὲ Δημήτριος ἔφη τὴν ἑαυτοῦ πόρνην σωφρονεστέραν εἶναι τῆς ἐκείνου Πηνελόπης.
26.1 τότε δʼ οὖν ἀναζευγνύων εἰς τὰς Ἀθήνας ἔγραψεν ὅτι βούλεται παραγενόμενος εὐθὺς μυηθῆναι καὶ τὴν τελετὴν ἅπασαν ἀπὸ τῶν μικρῶν ἄχρι τῶν ἐποπτικῶν παραλαβεῖν. τοῦτο δὲ οὐ θεμιτὸν ἦν οὐδὲ γεγονὸς πρότερον, ἀλλὰ τὰ μικρὰ τοῦ Ἀνθεστηριῶνος ἐτελοῦντο, τὰ δὲ μεγάλα τοῦ Βοηδρομιῶνος· ἐπώπτευον δὲ τοὐλάχιστον ἀπὸ τῶν μεγάλων ἐνιαυτὸν διαλείποντες.
26.2 ἀναγνωσθέντων δὲ τῶν γραμμάτων μόνος ἐτόλμησεν ἀντειπεῖν Πυθόδωρος ὁ δᾳδοῦχος, ἐπέρανε δὲ οὐδέν· ἀλλὰ Στρατοκλέους γνώμην εἰπόντος Ἀνθεστηριῶνα τὸν Μουνυχιῶνα ψηφισαμένους καλεῖν καὶ νομίζειν, ἐτέλουν τῷ Δημητρίῳ τὰ πρὸς Ἄγραν· καὶ μετὰ ταῦτα πάλιν ἐξ Ἀνθεστηριῶνος ὁ Μουνυχιὼν γενόμενος Βοηδρομιὼν ἐδέξατο τὴν λοιπὴν τελετήν, ἅμα καὶ τὴν ἐποπτείαν τοῦ Δημητρίου προσεπιλαβόντος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme