35.3
καὶ γὰρ τότε τῶν πραγμάτων οὕτως εὐπόρων αὐτῷ πρὸς ἀρχὴν καὶ δύναμιν ἐπιδιδόντων ἀγγέλλεται Λυσίμαχος μὲν πρῶτος ἀφῃρημένος αὐτοῦ τὰς ἐν Ἀσίᾳ πόλεις, Κύπρον δὲ Πτολεμαῖος ᾑρηκὼς ἄνευ μιᾶς πόλεως Σαλαμῖνος, ἐν δὲ Σαλαμῖνι πολιορκῶν τοὺς παῖδας αὐτοῦ καὶ τὴν μητέρα κατειλημμένους.
35.4
οὐ μὴν ἀλλὰ καὶ ἡ τύχη, καθάπερ ἡ παρʼ Ἀρχιλόχῳ γυνὴ τῇ μὲν ὕδωρ ἐφόρει δολοφρονέουσα χειρί, τῇ δʼ ἑτέρῃ πῦρ, δεινοῖς αὐτὸν οὕτω καὶ φοβεροῖς ἀγγέλμασιν ἀποστήσασα τῆς Λακεδαίμονος, εὐθὺς ἑτέρας πραγμάτων καινῶν καὶ μεγάλων ἐπήνεγκεν ἐλπίδας ἐκ τοιαύτης αἰτίας.
36.1
ἐπεὶ Κασάνδρου τελευτήσαντος ὁ πρεσβύτατος αὐτοῦ τῶν παίδων Φίλιππος οὐ πολὺν χρόνον βασιλεύσας Μακεδόνων ἀπέθανεν, οἱ λοιποὶ δύο πρὸς ἀλλήλους ἐστασίαζον, θατέρου δὲ αὐτῶν Ἀντιπάτρου τὴν μητέρα Θεσσαλονίκην φονεύσαντος, ἅτερος ἐκάλει βοηθοὺς ἐκ μὲν Ἠπείρου Πύρρον, ἐκ δὲ Πελοποννήσου Δημήτριον.
36.2
ἔφθασε δὲ Πύρρος ἐλθών, καὶ πολὺ μέρος Μακεδονίας ἀποτεμόμενος τῆς βοηθείας μισθὸν φοβερὸς μὲν ἦν ἤδη παροικῶν Ἀλεξάνδρῳ· Δημητρίου δέ, ὡς ἐδέξατο τὰ γράμματα, μετὰ τῆς δυνάμεως προσιόντος, ἔτι μᾶλλον ὁ νεανίας τοῦτον φοβηθεὶς διὰ τὸ ἀξίωμα καὶ τὴν δόξαν ἀπήντησεν αὐτῷ περὶ Δῖον, ἀσπαζόμενος μὲν καὶ φιλοφρονούμενος, οὐδὲν δὲ φάσκων ἔτι τῆς ἐκείνου δεῖσθαι τὰ πράγματα παρουσίας.
36.3
ἦσαν οὖν ἐκ τούτων ὑποψίαι πρὸς ἀλλήλους αὐτοῖς, καὶ βαδίζοντι Δημητρίῳ πρὸς δεῖπνον ὑπὸ τοῦ νεανίσκου παρακεκλημένῳ μηνύει τις ἐπιβουλήν, ὡς ἐν αὐτῷ τῷ πότῳ μελλόντων αὐτὸν ἀνελεῖν. ὁ δὲ μηδὲν διαταραχθείς, ἀλλὰ μικρὸν ὑφεὶς τῆς πορείας, ἐκέλευσε τοὺς μὲν ἡγεμόνας ἐν τοῖς ὅπλοις τὴν στρατιὰν ἔχειν, ἀκολούθους δὲ καὶ παῖδας, ὅσοι περὶ αὐτὸν ἦσαν (ἦσαν δὲ πολὺ πλείους τῶν Ἀλεξάνδρου), συνεισελθεῖν εἰς τὸν ἀνδρῶνα καὶ παραμένειν ἄχρι ἂν ἐξαναστῇ.