Thesauros Literature biography Δημήτριος

Δημήτριος

Δημήτριος Plutarch
37.3 εἰ δέ τις ἔτι μνήμη τῆς Ἀντιπάτρου τοῦ παλαιοῦ μετριότητος ὑπελείπετο, καὶ ταύτην Δημήτριος ἐκαρποῦτο Φίλᾳ συνοικῶν καὶ τὸν ἐξ ἐκείνης υἱὸν ἔχων διάδοχον τῆς ἀρχῆς, ἤδη τότε μειράκιον ὄντα καὶ τῷ πατρὶ συστρατευόμενον.
38.1 οὕτω δὲ λαμπρᾷ κεχρημένος εὐτυχίᾳ πυνθάνεται μὲν περὶ τῶν τέκνων καὶ τῆς μητρὸς ὡς μεθεῖνται, δῶρα καὶ τιμὰς Πτολεμαίου προσθέντος αὐτοῖς, πυνθάνεται δὲ περὶ τῆς Σελεύκῳ γαμηθείσης θυγατρὸς ὡς Ἀντιόχῳ τῷ Σελεύκου συνοικεῖ καὶ βασίλισσα τῶν ἄνω βαρβάρων ἀνηγόρευται.
38.2 συνέβη γάρ, ὡς ἔοικε, τὸν Ἀντίοχον ἐρασθέντα τῆς Στρατονίκης νέας οὔσης, ἤδη δὲ παιδίον ἐχούσης ἐκ τοῦ Σελεύκου, διακεῖσθαι κακῶς καὶ πολλὰ ποιεῖν τῷ πάθει διαμαχόμενον, τέλος δʼ ἑαυτοῦ καταγνόντα δεινῶν μὲν ἐπιθυμεῖν, ἀνήκεστα δὲ νοσεῖν, κεκρατῆσθαι δὲ τῷ λογισμῷ, τρόπον ἀπαλλαγῆς τοῦ βίου ζητεῖν καὶ παραλύειν ἀτρέμα καὶ θεραπείας ἀμελείᾳ καὶ τροφῆς ἀποχῇ τὸ σῶμα, νοσεῖν τινα νόσον σκηπτόμενον.
38.3 Ἐρασίστρατον δὲ τὸν ἰατρὸν αἰσθέσθαι μὲν οὐ χαλεπῶς ἐρῶντος αὐτοῦ, τὸ δὲ οὗτινος ἐρᾷ δυστόπαστον ὂν ἐξανευρεῖν βουλόμενον ἀεὶ μὲν ἐν τῷ δωματίῳ διημερεύειν, εἰ δέ τις εἰσίοι τῶν ἐν ὥρᾳ μειρακίων ἢ γυναικῶν, ἐγκαθορᾶν τε τῷ προσώπῳ τοῦ Ἀντιόχου καὶ τὰ συμπάσχειν μάλιστα τῇ ψυχῇ τρεπομένῃ πεφυκότα μέρη καὶ κινήματα τοῦ σώματος ἐπισκοπεῖν.
38.4 ὡς οὖν τῶν μὲν ἄλλων εἰσιόντων ὁμοίως εἶχε, τῆς δὲ Στρατονίκης καὶ καθʼ ἑαυτὴν καὶ μετὰ τοῦ Σελεύκου φοιτώσης πολλάκις ἐγίνετο τὰ τῆς Σαπφοῦς ἐκεῖνα περὶ αὐτὸν πάντα, φωνῆς ἐπίσχεσις, ἐρύθημα πυρῶδες, ὄψεων ὑπολείψεις, ἱδρῶτες ὀξεῖς, ἀταξία καὶ θόρυβος ἐν τοῖς σφυγμοῖς, τέλος δὲ τῆς ψυχῆς κατὰ κράτος ἡττημένης ἡττημένης Ziegler, with two MSS.: ἡττωμένης. ἀπορία καὶ θάμβος καὶ ὠχρίασις,
38.5 ἐπὶ τούτοις προσλογιζόμενον τὸν Ἐρασίστρατον κατὰ τὸ εἰκὸς ὡς οὐκ ἂν ἑτέρας ἐρῶν βασιλέως υἱὸς ἐνεκαρτέρει τῷ σιωπᾶν μέχρι θανάτου, χαλεπὸν μὲν ἡγεῖσθαι τὸ φράσαι ταῦτα καὶ κατειπεῖν, οὐ μὴν ἀλλὰ πιστεύοντα τῇ πρὸς τὸν υἱὸν εὐνοίᾳ τοῦ Σελεύκου παρακινδυνεῦσαί ποτε, καὶ εἰπεῖν ὡς ἔρως μὲν εἴη τοῦ νεανίσκου τὸ πάθος, ἔρως δὲ ἀδύνατος καὶ ἀνίατος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme