4.2
ἐδόκει γὰρ μέγα καὶ καλὸν πεδίον ἐπιὼν ὁ Ἀντίγονος ψῆγμά τι ψῆγμά τι Ziegler: ψήγυατι. χρυσίου κατασπείρειν· ἐξ αὐτοῦ δὲ πρῶτον μὲν ὑποφύεσθαι θέρος χρυσοῦν, ὀλίγῳ δʼ ὕστερον ἐπανελθὼν ἰδεῖν οὐδὲν ἀλλʼ ἢ τετμημένην καλάμην. λυπούμενος δὲ καὶ περιπαθῶν ἀκοῦσαί τινων λεγόντων ὡς ἄρα Μιθριδάτης εἰς Πόντον Εὔξεινον οἴχεται, τὸ χρυσοῦν θέρος ἐξαμησάμενος.
4.3
ἐκ τούτου διαταραχθεὶς καὶ τὸν υἱὸν ὁρκώσας σιωπήσειν, ἔφρασε τὴν ὄψιν αὐτῷ, καὶ ὅτι πάντως τὸν ἄνθρωπον ἐκποδὼν ποιεῖσθαι καὶ διαφθείρειν ἔγνωκεν. ἀκούσας δὲ ὁ Δημήτριος ἠχθέσθη σφόδρα, καὶ τοῦ νεανίσκου, καθάπερ εἰώθει, γενομένου παρʼ αὐτῷ καὶ συνόντος ἐπὶ σχολῆς, φθέγξασθαι μὲν οὐκ ἐτόλμησεν οὐδὲ τῇ φωνῇ κατειπεῖν διὰ τὸν ὅρκον, ὑπαγαγὼν δὲ κατὰ μικρὸν ἀπὸ τῶν φίλων, ὡς ἐγεγόνεσαν μόνοι καθʼ αὑτούς, τῷ στύρακι τῆς λόγχης κατέγραφεν εἰς τὴν γῆν ὁρῶντος αὐτοῦ, φεῦγε, Μιθριδάτα.
4.4
συνεὶς δὲ ἐκεῖνος ἀπέδρα νυκτὸς εἰς Καππαδοκίαν. καὶ ταχὺ τὴν Ἀντιγόνῳ γενομένην ὄψιν ὕπαρ αὐτῷ συνετέλει τὸ χρεών. πολλῆς γὰρ καὶ ἀγαθῆς ἐκράτησε χώρας, καὶ τὸ τῶν Ποντικῶν βασιλέων γένος ὀγδόῃ που διαδοχῇ παυσάμενον ὑπὸ Ῥωμαίων ἐκεῖνος παρέσχε. ταῦτα μὲν οὖν εὐφυΐας δείγματα τοῦ Δημητρίου πρὸς ἐπιείκειαν καὶ δικαιοσύνην.
5.1
ἐπεὶ δέ, ὥσπερ ἐν τοῖς Ἐμπεδοκλέους στοιχείοις διὰ τὸ νεῖκος καὶ τὴν φιλίαν ἔνεστι διαφορὰ πρὸς ἄλληλα καὶ πόλεμος, μᾶλλον δὲ τοῖς ἀλλήλων ἁπτομένοις καὶ πελάζουσιν, οὕτω τὸν πᾶσι τοῖς Ἀλεξάνδρου διαδόχοις πρὸς ἀλλήλους ὄντα συνεχῆ πόλεμον αἱ τῶν πραγμάτων καὶ τῶν τόπων συνάφειαι πρὸς ἐνίους ἐποίουν ἐπιφανέστερον καὶ μᾶλλον ἐξέκᾳον, ὥσπερ Ἀντιγόνῳ τότε πρὸς Πτολεμαῖον,
5.2
αὐτὸς μὲν Ἀντίγονος ἐν Φρυγίᾳ διέτριβε, Πτολεμαῖον δʼ ἀκούων ἐκ Κύπρου διαβάντα πορθεῖν Συρίαν καὶ τὰς πόλεις ἀπάγειν καὶ βιάζεσθαι, κατέπεμψε τὸν υἱὸν Δημήτριον, δύο καὶ εἴκοσιν ἐτῶν ὄντα καὶ στρατείας τότε πρῶτον αὐτοτελῶς ἐπὶ πράγμασι μεγάλοις ἁπτόμενον. οἷα δὲ νέος καὶ ἄπειρος ἀνδρὶ συμπεσὼν ἐκ τῆς Ἀλεξάνδρου παλαίστρας ἠθληκότι πολλοὺς καὶ μεγάλους καθʼ αὑτὸν ἀγῶνας, ἐσφάλη περὶ πόλιν Γάζαν ἡττηθείς, ὀκτακισχιλίων ἁλόντων καὶ πεντακισχιλίων ἀποθανόντων.