Thesauros Literature biography Δημήτριος

Δημήτριος

Δημήτριος Plutarch
52.2 εἴτε τοὺς ἐν τῷ νήφειν ἀναλογισμοὺς τῶν παρόντων ἀποδιδράσκων καὶ παρακαλυπτόμενος τῇ μέθῃ τὴν διάνοιαν, εἴτε συγγνοὺς ἑαυτῷ τοῦτον εἶναι τὸν βίον, ὃν ἔκπαλαι ποθῶν καὶ διώκων ἄλλως ὑπʼ ἀνοίας καὶ κενῆς δόξης ἐπλάζετο καὶ πολλὰ μὲν ἑαυτῷ, πολλὰ δὲ ἑτέροις πράγματα παρεῖχεν, ἐν ὅπλοις καὶ στόλοις καὶ στρατοπέδοις τὸ ἀγαθὸν ζητῶν, ὃ νῦν ἐν ἀπραγμοσύνῃ καὶ σχολῇ καὶ ἀναπαύσει μὴ προσδοκήσας ἀνεύρηκε.
52.3 τί γὰρ ἄλλο τῶν πολέμων καὶ τῶν κινδύνων πέρας ἐστὶ τοῖς φαύλοις βασιλεῦσι, κακῶς καὶ ἀνοήτως διακειμένοις, οὐχ ὅτι μόνον τρυφὴν καὶ ἡδονὴν ἀντὶ τῆς ἀρετῆς καὶ τοῦ καλοῦ διώκουσιν, ἀλλʼ ὅτι μηδὲ ἥδεσθαι μηδὲ τρυφᾶν ὡς ἀληθῶς ἴσασιν; ὁ δʼ οὖν Δημήτριος ἔτος τρίτον ἐν τῇ Χερρονήσῳ καθειργμένος ὑπʼ ἀργίας καὶ πλησμονῆς καὶ οἴνου νοσήσας ἀπέθανεν, ἔτη τέσσαρα καὶ πεντήκοντα βεβιωκώς.
52.4 καὶ Σέλευκος ἤκουσέ τε κακῶς καὶ μετενόησεν οὐ μετρίως ἐν ὑποψίᾳ τὸν Δημήτριον θέμενος τότε, καὶ μηδὲ Δρομιχαίτην, ἄνδρα βάρβαρον Θρᾷκα, μιμησάμενος οὕτω φιλανθρώπως καὶ βασιλικῶς ἁλόντι Λυσιμάχῳ χρησάμενον.
53.1 ἔσχε μέντοι καὶ τὰ περὶ τὴν ταφὴν αὐτοῦ τραγικήν τινα καὶ θεατρικὴν διάθεσιν. ὁ γὰρ υἱὸς Ἀντίγονος, ὡς ᾔσθετο τὰ λείψανα κομιζόμενα, πάσαις ἀναχθεὶς ταῖς ναυσὶν ἐπὶ νήσων ἀπήντησε· καὶ δεξάμενος εἰς τὴν μεγίστην τῶν ναυαρχίδων ἔθετο τὴν ὑδρίαν χρυσήλατον οὖσαν.
53.2 αἱ δὲ πόλεις αἷς προσεῖχον, τοῦτο μὲν στεφάνους ἐπέφερον τῇ ὑδρίᾳ, τοῦτο δὲ ἄνδρας ἐν σχήματι πενθίμῳ συνθάψοντας καὶ συμπαραπέμψοντας ἀπέστελλον. εἰς δὲ Κόρινθον τοῦ στόλου καταπλέοντος ἥ τε κάλπις ἐκ πρύμνης περιφανὴς ἑωρᾶτο πορφύρᾳ βασιλικῇ καὶ διαδήματι κεκοσμημένη, καὶ παρειστήκεισαν ἐν ὅπλοις νεανίσκοι δορυφοροῦντες. ὁ δὲ τῶν τότε αὐλητῶν ἐλλογιμώτατος Ξενόφαντος ἐγγὺς καθεζόμενος προσηύλει τῶν μελῶν τὸ ἱερώτατον·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme