Thesauros Literature biography Δημήτριος

Δημήτριος

Δημήτριος Plutarch
53.3 καὶ πρὸς τοῦτο τῆς εἰρεσίας ἀναφερομένης μετὰ ῥυθμοῦ τινος, ἀπήντα ψόφος, ὥσπερ ἐν κοπετῷ, ταῖς τῶν αὐλημάτων περιόδοις· τὸν δὲ πλεῖστον οἶκτον καὶ ὀλοφυρμὸν αὐτὸς ὁ Ἀντίγονος τοῖς ἠθροισμένοις ἐπὶ τὴν θάλασσαν ὀφθεὶς ταπεινὸς καὶ δεδακρυμένος παρέσχεν. ἐπενεχθεισῶν δὲ τιμῶν καὶ στεφάνων περὶ Κόρινθον εἰς Δημητριάδα κομίσας ἔθηκε τὰ λείψανα, πόλιν ἐπώνυμον ἐκείνου, συνοικισθεῖσαν ἐκ μικρῶν τῶν περὶ τὴν Ἰωλκὸν πολιχνίων.
53.4 ἀπέλιπε δὲ γενεὰν ὁ Δημήτριος Ἀντίγονον μὲν ἐκ Φίλας καὶ Στρατονίκην, δύο δὲ Δημητρίους, τὸν μὲν Λεπτόν, ἐξ Ἰλλυρίδος γυναικός, τὸν δὲ ἄρξαντα Κυρήνης ἐκ Πτολεμαΐδος, ἐκ δὲ Δηϊδαμείας Ἀλέξανδρον, ὃς ἐν Αἰγύπτῳ κατεβίωσε. λέγεται δὲ καὶ Κόρραγον υἱὸν ἐξ Εὐρυδίκης αὐτῷ γενέσθαι. κατέβη δὲ ταῖς διαδοχαῖς τὸ γένος αὐτοῦ βασιλεῦον εἰς Περσέα τελευταῖον, ἐφʼ οὗ Ῥωμαῖοι Μακεδονίαν ὑπηγάγοντο. διηγωνισμένου δὲ τοῦ Μακεδονικοῦ δράματος ὥρα τὸ Ῥωμαϊκὸν ἐπεισαγαγεῖν.
← Previous 47 / 47

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme