Thesauros Literature biography Ἀντώνιος

Ἀντώνιος

Ἀντώνιος Plutarch
28.3 παρεισαχθεὶς οὖν εἰς τοὐπτανεῖον, ὡς τά τε ἄλλα πάμπολλα ἑώρα καὶ σῦς ἀγρίους ὀπτωμένους ὀκτώ, θαυμάσαι τὸ πλῆθος τῶν δειπνούντων. τὸν δὲ ὀψοποιὸν γελάσαι καὶ εἰπεῖν ὅτι πολλοὶ μὲν οὐκ εἰσὶν οἱ δειπνοῦντες, ἀλλὰ περὶ δώδεκα· δεῖ δʼ ἀκμὴν ἔχειν τῶν παρατιθεμένων ἕκαστον, ἣν ἀκαρὲς ὥρας μαραίνει. καὶ γὰρ αὐτίκα γένοιτʼ ἂν Ἀντώνιον δείπνου δεηθῆναι καὶ μετὰ μικρόν, ἂν δὲ οὕτω τύχῃ, παραγαγεῖν αἰτήσαντα ποτήριον ἢ λόγου τινὸς ἐμπεσόντος.
28.4 ὅθεν οὐχ ἕν, ἀλλὰ πολλά, φάναι, δεῖπνα συντέτακται· δυσστόχαστος γὰρ ὁ καιρός. ταῦτα οὖν ὁ Φιλώτας ἔλεγε, καὶ χρόνου προϊόντος ἐν τοῖς θεραπεύουσι γενέσθαι τὸν πρεσβύτατον τῶν Ἀντωνίου παίδων, ὃν ἐκ Φουλβίας εἶχε, καὶ συνδειπνεῖν παρʼ αὐτῷ μετὰ τῶν ἄλλων ἑταίρων ἐπιεικῶς, ὁπότε μὴ δειπνοίη μετὰ τοῦ πατρός.
28.5 ἰατρὸν οὖν ποτε θρασυνόμενον καὶ πράγματα πολλὰ παρέχοντα δειπνοῦσιν αὐτοῖς ἐπιστομίσαι τοιούτῳ σοφίσματι· τῷ πως πυρεττοντι δοτέον ψυχρόν· πᾶς δὲ ὁ πυρέττων πως πυρέττει· παντὶ ἄρα πυρέττοντι δοτέον ψυχρόν. πληγέντος δὲ τοῦ ἀνθρώπου καὶ σιωπήσαντος, ἡσθέντα τὸν παῖδα γελάσαι καὶ εἰπεῖν, ταῦτα, ὦ Φιλώτα, χαρίζομαι πάντα σοι, δείξαντα πολλῶν τινων καὶ μεγάλων ἐκπωμάτων μεστὴν τράπεζαν.
28.6 αὐτοῦ δὲ τὴν μὲν προθυμίαν ἀποδεξαμένου, πόρρω δʼ ὄντος τοῦ νομίζειν ἐξουσίαν εἶναι παιδὶ τηλικούτῳ δωρεῖσθαι τοσαῦτα, μετὰ μικρὸν ἁψάμενόν τινα τῶν παίδων ἐν ἀγγείῳ τὰ ἐκπώματα προσφέρειν καὶ σημήνασθαι κελεύειν. ἀφοσιουμένου δὲ αὐτοῦ καὶ δεδοικότος λαβεῖν, τί, ὦ πόνηρε, φάναι τὸν ἄνθρωπον, ὀκνεῖς; οὐκ οἶδας ὡς ὁ διδοὺς Ἀντωνίου παῖς ἐστιν, ᾧ τοσαῦτα πάρεστι χρυσᾶ χαρίσασθαι;
28.7 ἐμοὶ μέντοι πειθόμενος πάντα διάμειψαι πρὸς ἀργύριον ἡμῖν· ἴσως γὰρ ἂν καὶ ποθήσειεν ὁ πατὴρ ἔνια τῶν παλαιῶν ὄντα καὶ σπουδαζομένων κατὰ τὴν τέχνην ἔργων. ταῦτα μὲν οὖν ἡμῖν ἔλεγεν ὁ πάππος ἑκάστοτε διηγεῖσθαι τὸν Φιλώταν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme