Thesauros Literature biography Ἀντώνιος

Ἀντώνιος

Ἀντώνιος Plutarch
39.5 sὁ δὲ Ἀντώνιος ἐνέκειτο τῇ διώξει, καὶ μεγάλας εἶχεν ἐλπίδας ὡς τοῦ πολέμου τὸ σύμπαν ἢ τὸ πλεῖστον ἐκείνῃ τῇ μάχῃ διαπεπραγμένος. ἐπεὶ δὲ τῆς διώξεως γενομένης τοῖς μὲν πεζοῖς ἐπὶ πεντήκοντα στάδια, τοῖς δὲ ἱππεῦσιν ἐπὶ τρὶς τοσαῦτα, τοὺς πεπτωκότας τῶν πολεμίων καὶ τοὺς ἡλωκότας ἐπισκοποῦντες εὗρον αἰχμαλώτους μὲν τριάκοντα, νεκροὺς δὲ ὀγδοήκοντα μόνους, ἀπορία καὶ δυσθυμία πᾶσι παρέστη, δεινὸν εἶναι λογιζομένοις εἰ νικῶντες μὲν οὕτως ὀλίγους κτείνουσιν, ἡττώμενοι δὲ στερήσονται τοσούτων ὅσους ἀπέβαλον περὶ ταῖς ἁμάξαις.
39.6 τῇ δʼ ὑστεραίᾳ συσκευασάμενοι τὴν ἐπὶ Φραάτων καὶ τοῦ στρατοπέδου προῆγον. ἐντυχόντες δὲ κατὰ τὴν ὁδὸν πρῶτον μὲν ὀλίγοις τῶν πολεμίων, ἔπειτα πλείοσι, τέλος δὲ πᾶσιν ὥσπερ ἀηττήτοις καὶ νεαλέσι προκαλουμένοις καὶ προσβάλλουσι πανταχόθεν, μοχθηρῶς καὶ πολυπόνως ἀπεσώθησαν εἰς τὸ στρατόπεδον.
39.7 τῶν δὲ Μήδων ἐκδρομήν τινα ποιησαμένων ἐπὶ τὸ χῶμα καὶ τοὺς προμαχομένους φοβησάντων, ὀργισθεὶς ὁ Ἀντώνιος ἐχρήσατο τῇ λεγομένῃ δεκατείᾳ πρὸς τοὺς ἀποδειλιάσαντας. διελὼν γὰρ εἰς δεκάδας τὸ πλῆθος ἀφʼ ἑκάστης ἕνα τὸν λαχόντα κλήρῳ διέφθειρε, τοῖς δὲ ἄλλοις ἀντὶ πυρῶν ἐκέλευε κριθὰς μετρεῖσθαι.
40.1 χαλεπὸς δὲ ἀμφοτέροις ἦν ὁ πόλεμος, καὶ τὸ μέλλον αὐτοῦ φοβερώτερον, Ἀντωνίῳ μὲν προσδοκῶντι λιμόν· οὐκέτι γὰρ ἦν ἄνευ τραυμάτων καὶ νεκρῶν πολλῶν ἐπισιτίσασθαι· Φραάτης δὲ τοὺς Πάρθους ἐπιστάμενος πάντα μᾶλλον ἢ χειμῶνος ἔξω προσταλαιπωρεῖν καὶ θυραυλεῖν δυναμένους, ἐφοβεῖτο μὴ τῶν Ῥωμαίων ἐγκαρτερούντων καὶ παραμενόντων ἀπολίπωσιν αὐτόν, ἤδη τοῦ ἀέρος συνισταμένου μετὰ φθινοπωρινὴν ἰσημερίαν.
40.2 δόλον οὖν συντίθησι τοιόνδε. Πάρθων οἱ γνωριμώτατοι περὶ τὰς σιτολογίας καὶ τὰς ἄλλας ἀπαντήσεις μαλακώτερον τοῖς Ῥωμαίοις προσεφέροντο, λαμβάνειν τε παριέντες αὐτοῖς ἔνια καὶ τὴν ἀρετὴν ἐπαινοῦντες ὡς πολεμικωτάτων ἀνδρῶν καὶ θαυμαζομένων ὑπὸ τοῦ σφετέρου βασιλέως δικαίως.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme