Thesauros Literature biography Ἀντώνιος

Ἀντώνιος

Ἀντώνιος Plutarch
49.4 ἐπεὶ δὲ ἀσφαλῶς διαπεράσαντες ἐπέβησαν τῆς Ἀρμενίας, ὥσπερ ἄρτι γῆν ἐκείνην ἰδόντες ἐκ πελάγους, προσεκύνουν καὶ πρὸς δάκρυα καὶ περιβολὰς ἀλλήλων ὑπὸ χαρᾶς ἐτρέποντο. προϊόντες δὲ διὰ χώρας εὐδαίμονος καὶ χρώμενοι πᾶσιν ἀνέδην ἐκ πολλῆς ἀπορίας, ὑδερικοῖς καὶ κοιλιακοῖς περιέπιπτον ἀρρωστήμασιν.
50.1 ἐνταῦθα ποιησάμενος ἐξέτασιν αὐτῶν Ἀντώνιος εὗρε δισμυρίους πεζοὺς καὶ τετρακισχιλίους ἱππεῖς ἀπολωλότας, οὐ πάντας ὑπὸ τῶν πολεμίων, ἀλλʼ ὑπὲρ ἡμίσεις νοσήσαντας. ὥδευσαν μὲν οὖν ἀπὸ Φραάτων ἡμέρας ἑπτὰ καὶ εἴκοσι, μάχαις δὲ ὀκτὼ καὶ δέκα Πάρθους ἐνίκησαν, αἱ δὲ νῖκαι κράτος οὐκ εἶχον οὐδὲ βεβαιότητα μικρὰς ποιουμένων καὶ ἀτελεῖς τὰς διώξεις.
50.2 ᾧ καὶ μάλιστα κατάδηλος ἦν Ἀρταουάσδης ὁ Ἀρμένιος Ἀντώνιον ἐκείνου τοῦ πολέμου τὸ τέλος ἀφελόμενος. εἰ γὰρ οὓς ἀπήγαγεν ἐκ Μηδίας ἱππεῖς ἑξακισχιλίους καὶ μυρίους παρῆσαν, ἐσκευασμένοι παραπλησίως Πάρθοις καὶ συνήθεις μάχεσθαι πρὸς αὐτούς, Ῥωμαίων μὲν τοὺς μαχομένους τρεπομένων, ἐκείνων δὲ τοὺς φεύγοντας αἱρούντων, οὐκ ἂν ὑπῆρξεν αὐτοῖς ἡττωμένοις ἀναφέρειν καὶ ἀνατολμᾶν τοσαυτάκις.
50.3 ἅπαντες οὖν ὀργῇ παρώξυνον ἐπὶ τὴν τιμωρίαν τοῦ Ἀρμενίου τὸν Ἀντώνιον. ὁ δὲ λογισμῷ χρησάμενος οὔτε ἐμέμψατο τὴν προδοσίαν οὔτε ἀφεῖλε τῆς συνήθους φιλοφροσύνης καὶ τιμῆς πρὸς αὐτόν, ἀσθενὴς τῷ στρατῷ καὶ ἄπορος γεγονώς.
50.4 ὕστερον μέντοι πάλιν ἐμβαλὼν εἰς Ἀρμενίαν, καὶ πολλαῖς ὑποσχέσεσι καὶ προκλήσεσι πείσας αὐτὸν ἐλθεῖν εἰς χεῖρας, συνέλαβε, καὶ δέσμιον καταγαγὼν εἰς Ἀλεξάνδρειαν, ἐθριάμβευσεν. ᾧ μάλιστα Ῥωμαίους ἐλύπησεν, ὡς τὰ καλὰ καὶ σεμνὰ τῆς πατρίδος Αἰγυπτίοις διὰ Κλεοπάτραν χαριζόμενος. ταῦτα μὲν οὖν ὕστερον ἐπράχθη.
51.1 τότε δὲ διὰ πολλοῦ χειμῶνος ἤδη καὶ νιφετῶν ἀπαύστων ἐπειγόμενος ὀκτακισχιλίους ἀπέβαλε καθʼ ὁδόν. αὐτὸς δὲ καταβὰς ὀλιγοστὸς ἐπὶ θάλασσαν ἐν χωρίῳ τινὶ μεταξὺ Βηρυτοῦ κειμένῳ καὶ Σιδῶνος, Λευκὴ κώμη καλεῖται, Κλεοπάτραν περιέμενε· καὶ βραδυνούσης ἀδημονῶν ἤλυε, ταχὺ μὲν εἰς τὸ πίνειν καὶ μεθύσκεσθαι διδοὺς ἑαυτόν,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme