Thesauros Literature biography Ἀντώνιος

Ἀντώνιος

Ἀντώνιος Plutarch
59.1 ἀλλὰ τούτων μὲν ἐδόκει τὰ πλεῖστα καταψεύδεσθαι Καλουΐσιος· οἱ δὲ φίλοι τοῦ Ἀντωνίου περιϊόντες ἐν Ῥώμῃ τὸν δῆμον ἱκέτευον, ἕνα δὲ ἐξ αὑτῶν ἔπεμψαν Γεμίνιον δεόμενοι τοῦ Ἀντωνίου μὴ περιϊδεῖν αὑτὸν ἀποψηφισθέντα τῆς ἀρχῆς καὶ πολέμιον Ῥωμαίων ἀναγορευθέντα.
59.2 Γεμίνιος δὲ πλεύσας εἰς τὴν Ἑλλάδα Κλεοπάτρᾳ μὲν ἦν ὕποπτος, ὡς ὑπὲρ Ὀκταουίας πράττων, σκωπτόμενος δὲ παρὰ δεῖπνον ἀεὶ καὶ κλισίαις ἀτίμοις προπηλακιζόμενος ἠνείχετο καιρὸν ἐντεύξεως ἀναμένων· κελευσθεὶς δὲ λέγειν ἐφʼ οἷς ἥκει παρὰ τὸ δεῖπνον, τὴν μὲν ἄλλην ἔφη νήφοντος εἶναι διάλεξιν, ἓν δὲ καὶ νήφων ἐπίστασθαι καὶ μεθύων, ὅτι καλῶς ἕξει πάντα Κλεοπάτρας εἰς Αἴγυπτον ἀπαλλαγείσης.
59.3 πρὸς τοῦτο τοῦ Ἀντωνίου χαλεπήναντος ἡ Κλεοπάτρα καλῶς, ἔφη, πεποίηκας, ὦ Γεμίνιε, τὴν ἀλήθειαν ἄνευ βασάνων ἐξομολογησάμενος. Γεμίνιος μὲν οὖν μετʼ ὀλίγας ἡμέρας ἀποδρὰς εἰς Ῥώμην ᾤχετο. πολλοὺς δὲ καὶ τῶν ἄλλων φίλων οἱ Κλεοπάτρας κόλακες ἐξέβαλον τὰς παροινίας καὶ βωμολοχίας οὐχ ὑπομένοντας,
59.4 ὧν καὶ Μάρκος ἦν Σιλανὸς καὶ Δέλλιος ὁ ἱστορικός. οὗτος δὲ καὶ δεῖσαί φησιν ἐπιβουλὴν ἐκ Κλεοπάτρας, Γλαύκου τοῦ ἰατροῦ φράσαντος αὐτῷ. προσέκρουσε δὲ Κλεοπάτρᾳ παρὰ δεῖπνον εἰπὼν αὐτοῖς μὲν ὀξίνην ἐγχεῖσθαι, Σάρμεντον δὲ πίνειν ἐν Ῥώμῃ Φαλερῖνον. ὁ δὲ Σάρμεντος ἦν τῶν Καίσαρος παιγνίων παιδάριον, ἃ δηλίκια Ῥωμαῖοι καλοῦσιν.
60.1 ἐπεὶ δὲ παρεσκεύαστο Καῖσαρ ἱκανῶς, ψηφίζεται Κλεοπάτρᾳ πολεμεῖν, ἀφελέσθαι δὲ τῆς ἀρχῆς Ἀντώνιον ἧς ἐξέστη γυναικί. καὶ προσεπεῖπε Καῖσαρ ὡς Ἀντώνιος μὲν ὑπὸ φαρμάκων οὐδὲ αὑτοῦ κρατοίη, πολεμοῦσι δʼ αὐτοῖς Μαρδίων ὁ εὐνοῦχος καὶ Ποθεινὸς καὶ Εἰρὰς ἡ Κλεοπάτρας κουρεύτρια καὶ Χάρμιον, ὑφʼ ὧν τὰ μέγιστα διοικεῖται τῆς ἡγεμονίας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme