Thesauros Literature biography Ἀντώνιος

Ἀντώνιος

Ἀντώνιος Plutarch
8.1 πολλῶν δὲ γινομένων καὶ συνεχῶν ἀγώνων ἐν πᾶσι μὲν ἦν διαπρεπής, δὶς δὲ φεύγοντας προτροπάδην τοὺς Καίσαρος ἀπαντησας ἀνέστρεψε καὶ στῆναι καὶ συμβαλεῖν αὖθις τοῖς διώκουσιν ἀναγκάσας ἐνίκησεν. ἦν οὖν αὐτοῦ μετὰ Καίσαρα πλεῖστος ἐν τῷ στρατοπέδῳ λόγος·
8.2 ἐδήλωσε δὲ Καῖσαρ ἣν ἔχοι περὶ αὐτοῦ δόξαν. ἐπεὶ γὰρ ἔμελλε τὴν τελευταίαν καὶ τὰ ὅλα κρίνασαν ἐν Φαρσάλῳ μάχην μάχεσθαι, τὸ μὲν δεξιὸν αὐτὸς εἶχε κέρας, τοῦ δʼ εὐωνύμου τὴν ἡγεμονίαν Ἀντωνίῳ παρέδωκεν, ὡς πολεμικωτάτῳ τῶν ὑφʼ ἑαυτῷ.
8.3 μετὰ δὲ τὴν νίκην δικτάτωρ ἀναγορευθεὶς αὐτὸς μὲν ἐδίωκε Πομπήϊον, Ἀντώνιον δὲ ἵππαρχον ἑλόμενος εἰς Ῥώμην ἔπεμψεν. ἔστι δὲ ἡ ἀρχὴ δευτέρα τοῦ δικτάτορος παρόντος· ἂν δὲ μὴ παρῇ, πρώτη καὶ μόνη σχεδόν· ἡ γὰρ δημαρχία διαμένει, τὰς δὲ ἄλλας καταλύουσι πάσας δικτάτορος αἱρεθέντος.
9.1 οὐ μὴν ἀλλὰ τότε δημαρχῶν Δολοβέλλας, νέος ἀνὴρ καὶ νέων πραγμάτων ὀρεγόμενος, εἰσηγεῖτο χρεῶν ἀποκοπάς, καὶ τὸν Ἀντώνιον αὐτῷ τε φίλον ὄντα καὶ βουλόμενον ἀεὶ τοῖς πολλοῖς ἀρέσκειν ἔπειθε συμπράττειν καὶ κοινωνεῖν τοῦ πολιτεύματος. Ἀσινίου δὲ καὶ Τρεβελλίου τἀναντία παρακαλούντων ὑπόνοια δεινὴ κατὰ τύχην τῷ Ἀντωνίῳ προσέπεσεν ὡς ἀδικουμένῳ περὶ τὸν γάμον ὑπὸ τοῦ Δολοβέλλα.
9.2 καὶ τὸ πρᾶγμα βαρέως ἐνεγκὼν τήν τε γυναῖκα τῆς οἰκίας ἐξήλασεν ἀνεψιὰν οὖσαν αὐτοῦ (θυγάτηρ γὰρ ἦν Γαΐου Ἀντωνίου τοῦ Κικέρωνι συνυπατεύσαντος), καὶ τοὺς περὶ Ἀσίνιον δεξάμενος ἐπολέμει τῷ Δολοβέλλᾳ. κατέλαβε γὰρ τὴν ἀγορὰν ἐκεῖνος ὡς βίᾳ κυρώσων τὸν νόμον. Ἀντώνιος δέ, καὶ τῆς βουλῆς ψηφισαμένης ὅπλων δεῖν ἐπὶ τὸν Δολοβέλλαν, ἐπελθὼν καὶ μάχην συνάψας ἀπέκτεινέ τέ τινας τῶν ἐκείνου καὶ τῶν ἰδίων ἀπέβαλε.
9.3 τοῖς μὲν οὖν πολλοῖς ἐκ τούτων ἀπηχθάνετο, τοῖς δὲ χρηστοῖς καὶ σώφροσι διὰ τὸν ἄλλον βίον οὐκ ἦν ἀρεστός, ὡς Κικέρων φησίν, ἀλλʼ ἐμισεῖτο, βδελυττομένων αὐτοῦ μέθας ἀώρους καὶ δαπάνας ἐπαχθεῖς καὶ κυλινδήσεις ἐν γυναίοις, καὶ μεθʼ ἡμέραν μὲν ὕπνους καὶ περιπάτους ἀλύοντος καὶ κραιπαλῶντος, νύκτωρ δὲ κώμους καὶ θέατρα καὶ διατριβὰς ἐν γάμοις μίμων καὶ γελωτοποιῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme