Thesauros Literature biography Σύγκρισις Δημητρίου καὶ Ἀντωνίου

Σύγκρισις Δημητρίου καὶ Ἀντωνίου

Σύγκρισις Δημητρίου καὶ Ἀντωνίου Plutarch
1.1 ἐπεὶ τοίνυν μεγάλαι περὶ ἀμφοτέρους γεγόνασι μεταβολαί, πρῶτον τὰ τῆς δυνάμεως καὶ τῆς ἐπιφανείας σκοπῶμεν, ὅτι τῷ μὲν ἦν πατρῷα καὶ προκατειργασμένα, μέγιστον ἰσχύσαντος Ἀντιγόνου τῶν διαδόχων καὶ πρὸ τοῦ Δημήτριον ἐν ἡλικίᾳ γενέσθαι τὰ πλεῖστα τῆς Ἀσίας ἐπελθόντος καὶ κρατήσαντος·
1.2 Ἀντώνιος δὲ χαρίεντος μὲν ἄλλως, ἀπολέμου δὲ καὶ μέγα μηδὲν εἰς δόξαν αὐτῷ καταλιπόντος γενόμενος πατρός, ἐπὶ τὴν Καίσαρος ἐτόλμησεν ἀρχήν, οὐδὲν αὐτῷ κατὰ γένος προσήκουσαν, ἐλθεῖν, καὶ τοῖς ἐκείνῳ προπεπονημένοις αὐτὸς ἑαυτὸν εἰσεποίησε διάδοχον. καὶ τοσοῦτον ἴσχυσεν, ἐκ μόνων τῶν περὶ αὐτὸν ὑπαρχόντων ὁρμώμενος, ὥστε δύο μοίρας τὰ σύμπαντα ποιησάμενος τὴν ἑτέραν ἑλέσθαι καὶ λαβεῖν τὴν ἐπιφανεστέραν, ἀπὼν δὲ αὐτὸς ὑπηρέταις τε καὶ ὑποστρατήγοις Πάρθους τε νικῆσαι πολλάκις καὶ τὰ περὶ Καύκασον ἔθνη βάρβαρα μέχρι τῆς Κασπίας ὤσασθαι θαλάσσης.
1.3 μαρτύρια δὲ τοῦ μεγέθους αὐτῷ καὶ δι’ ἃ κακῶς ἀκούει. Δημητρίῳ μὲν γὰρ ὁ πατὴρ ἠγάπησε τὴν Ἀντιπάτρου Φίλαν ὡς κρείττονα συνοικῆσαι παρʼ ἡλικίαν, Ἀντωνίῳ δὲ ὁ Κλεοπάτρας γάμος ὄνειδος ἦν, γυναικὸς ὑπερβαλομένης δυνάμει καὶ λαμπρότητι πάντας πλὴν Ἀρσάκου τοὺς καθʼ αὑτὴν βασιλεῖς. ἀλλʼ οὕτως ἐποίησε μέγαν ἑαυτὸν ὥστε τοῖς ἄλλοις μειζόνων ἢ ἐβούλετο δοκεῖν ἄξιος.
2.1 ἡ μέντοι προαίρεσις, ἀφʼ ἧς ἐκτήσαντο τὴν ἀρχήν, ἄμεμπτος ἐπὶ ἐπὶ Bekker reads ἡ, with a single MS. τοῦ Δημητρίου, κρατεῖν καὶ βασιλεύειν ἀνθ ρώπων εἰθισμένων κρατεῖσθαι καὶ βασιλεύεσθαι ζητοῦντος, ἡ δʼ Ἀντωνίου χαλεπὴ καὶ τυραννική, καταδουλουμένου τὸν Ῥωμαίων δῆμον ἄρτι διαφυγόντα τὴν ὑπὸ Καίσαρι μοναρχίαν.
2.2 ὃ δʼ οὖν μέγιστον αὐτῷ καὶ λαμπρότατόν ἐστι τῶν εἰργασμένων, ὁ πρὸς Κάσσιον καὶ Βροῦτον πόλεμος, ἐπὶ τῷ τὴν πατρίδα καὶ τοὺς πολίτας ἀφελέσθαι τὴν ἐλευθερίαν ἐπολεμήθη. Δημήτριος δέ, καὶ καὶ deleted by Bekker, after Schaefer. πρὶν εἰς τύχας ἐλθεῖν ἀναγκαίας, ἐλευθερῶν τὴν Ἑλλάδα καὶ τῶν πόλεων ἐξελαύνων τὰς φρουρὰς διετέλεσεν, οὐχ ὥσπερ Ἀντώνιος, ὅτι τοὺς ἐλευθερώσαντας τὴν Ῥώμην ἀπέκτεινεν ἐν Μακεδονίᾳ, σεμνυνόμενος.
1 / 4 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme