4.2
ἀσέβημα μέντοι τοσοῦτον δι’ ἀσέλγειαν οὐθὲν ταῖς Ἀντωνίου πράξεσιν ὅσον ταῖς Δημητρίου πρόσεστιν. οἱ μὲν γὰρ ἱστορικοί φασι καὶ τῆς ἀκροπόλεως ὅλης εἴργεσθαι τὰς κύνας, διὰ τὸ τὴν μῖξιν ἐμφανῆ μάλιστα τοῦτο ποιεῖσθαι τὸ ζῷον· ὁ δὲ ἐν αὐτῷ τῷ Παρθενῶνι ταῖς τε πόρναις συνῆν καὶ τῶν ἀστῶν κατεπόρνευσε πολλάς·
4.3
καὶ οὗ τις ἂν ἥκιστα τὰς τοιαύτας τρυφὰς καὶ ἀπολαύσεις οἴοιτο μετέχειν κακοῦ, τῆς ὠμότητος, τοῦτο ἔνεστι τῇ Δημητρίου φιληδονίᾳ, περιϊδόντος, μᾶλλον δὲ ἀναγκάσαντος, οἰκτρῶς ἀποθανεῖν τὸν κάλλιστον καὶ σωφρονέστατον Ἀθηναίων, φεύγοντα τὸ καθυβρισθῆναι. συνελόντι δὲ εἰπεῖν, Ἀντώνιος μὲν ἑαυτὸν διὰ τὴν ἀκρασίαν, Δημήτριος δὲ ἄλλους ἠδίκησε.
5.1
πρὸς μέντοι γονεῖς ἄμεμπτον ἑαυτὸν εἰς ἅπαντα παρέσχεν ὁ Δημήτριος· Ἀντώνιος δὲ τὸν ἀδελφὸν τῆς μητρὸς ἐξέδωκεν ἐπὶ τῷ Κικέρωνα ἀποκτεῖναι, πρᾶγμα καὶ καθʼ ἑαυτὸ μιαρὸν καὶ ὠμόν, ὡς μόλις ἂν Ἀντώνιον ἐπʼ αὐτῷ συγγνώμης τυχεῖν, εἰ σωτηρίας τοῦ θείου μισθὸς ἦν ὁ Κικέρωνος θάνατος.
5.2
ἃ τοίνυν ἐπιώρκησαν ἀμφότεροι καὶ παρεσπόνδησαν, ὁ μὲν Ἀρτάβαζον συλλαβών, ὁ δὲ Ἀλέξανδρον ἀποκτείνας, Ἀντωνίῳ μὲν ἔχει τὴν πρόφασιν ὁμολογουμένην· ἀπελείφθη γὰρ ἐν Μήδοις ὑπὸ Ἀρταβάζου καὶ προεδόθη· Δημήτριον δὲ πολλοὶ λέγουσι ψευδεῖς αἰτίας, ἐφʼ οἷς ἔδρασε, πλασάμενον κατηγορεῖν ἀδικηθέντα, οὐκ ἀδικήσαντα ἀμύνασθαι. πάλιν δὲ τῶν μὲν κατορθωμάτων αὐτουργὸς ὁ Δημήτριος γέγονε· καὶ τοὐναντίον ὁ Ἀντώνιος, ἐν οἷς οὐ παρῆν, καλλίστας καὶ μεγίστας διὰ τῶν στρατηγῶν ἀνῃρεῖτο νίκας.
6.1
ἐξέπεσον δὲ τῶν πραγμάτων ἀμφότεροι μὲν δι’ αὑτούς, οὐ μὴν ὁμοίως, ἀλλʼ ὁ μὲν ἐγκαταλειφθείς, ἀπέστησαν γὰρ αὐτοῦ Μακεδόνες, ὁ δὲ ἐγκαταλιπών, ἔφυγε γὰρ τοὺς ὑπὲρ αὐτοῦ κινδυνεύοντας· ὥστε τοῦ μὲν ἔγκλημα εἶναι τὸ δυσμενεῖς οὕτω πρὸς αὑτὸν ἀπεργάσασθαι τοὺς μαχομένους, τοῦ δὲ τὸ παρεσκευασμένην εὔνοιαν τοιαύτην καὶ πίστιν ἐγκαταλιπεῖν.