Thesauros Literature biography Σύγκρισις Δημητρίου καὶ Ἀντωνίου

Σύγκρισις Δημητρίου καὶ Ἀντωνίου

Σύγκρισις Δημητρίου καὶ Ἀντωνίου Plutarch
6.2 τὸν δὲ θάνατον οὐδετέρου μὲν ἔστιν ἐπαινέσαι, ψεκτὸς δὲ ὁ Δημητρίου μᾶλλον. αἰχμάλωτός τε γὰρ ὑπέμεινε γενέσθαι, καὶ καθειρχθεὶς ἠγάπησεν ἐπικερδᾶναι τριετίαν, οἴνῳ καὶ γαστρὶ καθάπερ τὰ ζῷα χειροήθης γενόμενος. Ἀντώνιος δὲ δειλῶς μὲν καὶ οἰκτρῶς καὶ ἀτίμως, οὐ μὴν ἀλλὰ πρό γε τοῦ κύριον γενέσθαι τὸν πολέμιον τοῦ σώματος ἑαυτόν ἐξήγαγεν.
← Previous 4 / 4

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme