Thesauros Literature biography Δίων

Δίων

Δίων Plutarch
2.5 εἰ δὲ Δίων καὶ Βροῦτος, ἄνδρες ἐμβριθεῖς καὶ φιλόσοφοι καὶ πρὸς οὐδὲν ἀκροσφαλεῖς οὐδʼ εὐάλωτοι πάθος, οὕτως ὑπὸ φάσματος διετέθησαν ὥστε καὶ φράσαι πρὸς ἑτέρους, οὐκ οἶδα μὴ τῶν πάνυ παλαιῶν τὸν ἀτοπώτατον ἀναγκασθῶμεν προσδέχεσθαι λόγον, ὡς τὰ φαῦλα δαιμόνια καὶ βάσκανα,
2.6 προσφθονοῦντα τοῖς ἀγαθοῖς ἀνδράσι καὶ ταῖς πράξεσιν ἐνιστάμενα, ταραχὰς καὶ φόβους ἐπάγει, σείοντα καὶ σφάλλοντα τὴν ἀρετήν, ὡς μὴ διαμείναντες ἀπτῶτες ἐν τῷ καλῷ καὶ ἀκέραιοι βελτίονος ἐκείνων μοίρας μετὰ τὴν τελευτὴν τύχωσιν.
2.7 ἀλλὰ ταῦτα μὲν εἰς ἄλλον ἀνακείσθω λόγον. ἐν τούτῳ δέ, δωδεκάτῳ τῶν παραλλήλων ὄντι βίων, τὸν τοῦ πρεσβυτέρου προεισαγάγωμεν.
3.1 Διονύσιος ὁ πρεσβύτερος εἰς τὴν ἀρχὴν καταστάς εὐθὺς ἔγημε τὴν Ἑρμοκράτους τοῦ Συρακουσίου θυγατέρα,
3.2 ταύτην, οὔπω τῆς τυραννίδος ἱδρυμένης βεβαίως, ἀποστάντες οἱ Συρακούσιοι δεινὰς καὶ παρανόμους ὕβρεις εἰς τὸ σῶμα καθύβρισαν, ἐφʼ αἷς προήκατο τὸν βίον ἑκουσίως.
3.3 Διονύσιος δὲ τὴν ἀρχὴν ἀναλαβὼν καὶ κρατυνάμενος αὖθις ἄγεται δύο γυναῖκας ἅμα, τὴν μὲν ἐκ Λοκρῶν ὄνομα Δωρίδα, τὴν δὲ ἐπιχώριον Ἀριστομάχην, θυγατέρα Ἱππαρίνου, πρωτεύσαντος ἀνδρὸς Συρακουσίων καὶ Διονυσίῳ συνάρξαντος ὅτε πρῶτον αὐτοκράτωρ ἐπὶ τὸν πόλεμον ᾑρέθη στρατηγός.
3.4 λέγεται δʼ ἡμέρᾳ μὲν ἀμφοτέρας ἀγαγέσθαι μιᾷ καὶ μηδενὶ γενέσθαι φανερὸς ἀνθρώπων ὁποτέρᾳ προτέρᾳ συνέλθοι, τὸν δὲ ἄλλον χρόνον ἴσον νέμων ἑαυτὸν διατελεῖν ἑκατέρᾳ, κοινῇ μὲν εἰθισμένων δειπνεῖν μετʼ αὐτοῦ, παρὰ νύκτα δὲ ἐν μέρει συναναπαυομένων.
3.5 καίτοι τῶν Συρακουσίων ἐβούλετο τὸ πλῆθος τὴν ἐγγενῆ πλέον ἔχειν τῆς ξένης· ἀλλὰ ἐκείνῃ προτέρᾳ ὑπῆρχε τεκούσῃ τὸν πρεσβεύοντα τῆς Διονυσίου γενεᾶς υἱὸν αὐτῇ βοηθεῖν πρὸς τὸ γένος.
3.6 ἡ δὲ Ἀριστομάχη πολὺν χρόνον ἄπαις συνῴκει τῷ Διονυσίῳ καίπερ σπουδάζοντι περὶ τὴν ἐκ ταύτης τέκνωσιν, ὅς γε καὶ τὴν μητέρα τῆς Λοκρίδος αἰτιασάμενος καταφαρμακεύειν τὴν Ἀριστομάχην ἀπέκτεινε.
4.1 ταύτης ἀδελφὸς ὢν ὁ Δίων ἐν ἀρχῇ μὲν εἶχε τιμὴν ἀπὸ τῆς ἀδελφῆς, ὕστερον δὲ τοῦ φρονεῖν διδοὺς πεῖραν, ἤδη καθʼ ἑαυτὸν ἠγαπᾶτο παρὰ τῷ τυράννῳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme