Thesauros Literature biography Δίων

Δίων

Δίων Plutarch
42.5 οὗτοι διελάσαντες τὴν ὁδὸν ἵπποις ἀπὸ ῥυτῆρος ἧκον εἰς Λεοντίνους τῆς ἡμέρας ἤδη καταφερομένης.
42.6 ἀποπηδήσαντες δὲ τῶν ἵππων καὶ τῷ Δίωνι πρώτῳ προσπεσόντες δεδακρυμένοι τὰς συμφορὰς τῶν Συρακοσίων ἔφραζον.
42.7 ἤδη δὲ καὶ τῶν Λεοντίνων τινὲς ἀπήντων καὶ τῶν Πελοποννησίων ἡθροίζοντο πρὸς τὸν Δίωνα πολλοί, τῇ σπουδῇ καὶ τῇ δεήσει τῶν ἀνδρῶν ὑπονοοῦντες εἶναί τι καινότερον.
42.8 εὐθὺς οὖν ἡγεῖτο πρὸς τὴν ἐκκλησίαν αὐτοῖς, καὶ συνδραμόντων προθύμως οἱ περὶ τὸν Ἀρχωνίδην καὶ τὸν Ἑλλάνικον εἰσελθόντες ἐξήγγειλάν τε βραχέως τὸ μέγεθος τῶν κακῶν, καὶ παρεκάλουν τοὺς ξένους ἐπαμῦναι τοῖς Συρακουσίοις, τὸ μνησικακεῖν ἀφέντας, ὡς μείζονα δίκην δεδωκότων αὐτῶν ἢ λαβεῖν ἂν οἱ κακῶς πεπονθότες ἠξίωσαν.
43.1 παυσαμένων δὲ τούτων σιγὴ μὲν εἶχε πολλὴ τὸ θέατρον ἀναστάντος δὲ τοῦ Δίωνος καὶ λέγειν ἀρξαμένου πολλὰ τῶν δακρύων ἐκπίπτοντα τὴν φωνὴν ἐπέσχεν· οἱ δὲ ξένοι παρεκάλουν θαρρεῖν καὶ συνήχθοντο.
43.2 μικρὸν οὖν ἀναλαβὼν ἐκ τοῦ πάθους ἑαυτὸν ὁ Δίων, ἂνδρες, ἔφη, Πελοποννήσιοι καὶ σύμμαχοι, βουλευσομένους ὑμᾶς ἐνταῦθα περὶ ὑμῶν αὐτῶν συνήγαγον.
43.3 ἐμοὶ δὲ περὶ ἐμαυτοῦ βουλεύεσθαι καλῶς οὐκ ἔχει Συρακουσῶν ἀπολλυμένων, ἀλλʼ εἰ σῶσαι μὴ δυναίμην, ἄπειμι τῷ πυρὶ καὶ τῷ πτώματι τῆς πατρίδος ἐνταφησόμενος.
43.4 ὑμεῖς δέ, βουλόμενοι μὲν ἔτι καὶ νῦν βοηθεῖν τοῖς ἀβουλοτάτοις ἡμῖν καὶ δυστυχεστάτοις, ὑμέτερον ἔργον οὖσαν ὀρθοῦτε τὴν Συρακουσίων πόλιν·
43.5 εἰ δὲ μεμφόμενοι Συρακουσίοις ὑπερόψεσθε, τῆς γε πρότερον ἀρετῆς καὶ προθυμίας περὶ ἐμὲ χάριν ἀξίαν κομίζοισθε παρὰ τῶν θεῶν, μεμνημένοι Δίωνος, ὡς οὔθʼ ὑμᾶς ἀδικουμένους πρότερον οὔθʼ ὕστερον τοὺς πολίτας δυστυχοῦντας ἐγκαταλιπόντος.
43.6 ἔτι δʼ αὐτοῦ λέγοντος οἱ μὲν ξένοι μετὰ κραυγῆς ἀνεπήδησαν ἄγειν καὶ βοηθεῖν κατὰ τάχος κελεύοντες, οἱ δὲ πρέσβεις τῶν Συρακουσίων περιβαλόντες ἠσπάσαντο πολλὰ μὲν ἐκείνῳ, πολλὰ δὲ τοῖς ξένοις ἀγαθὰ παρὰ τῶν θεῶν εὐχόμενοι.
43.7 καταστάντος δὲ τὸν θορύβου παρήγγειλεν ὁ Δίων εὐθὺς ἀπιόντας παρασκευάζεσθαι καὶ δειπνήσαντας ἥκειν μετὰ τῶν ὅπλων εἰς αὐτὸν ἐκεῖνον τὸν τόπον, ἐγνωκὼς διὰ νυκτὸς βοηθεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme