Thesauros Literature biography Δίων

Δίων

Δίων Plutarch
44.1 ἐν δὲ ταῖς Συρακούσαις τῶν Διονυσίου στρατηγῶν, ἄχρι μὲν ἦν ἡμέρα, πολλὰ κακὰ τὴν πόλιν ἐργασαμένων, γενομένης δὲ νυκτὸς ἀναχωρησάντων εἰς τὴν ἀκρόπολιν καί τινας ἐξ ἑαυτῶν ὀλίγους ἀποβαλόντων,
44.2 ἀναθαρρήσαντες οἱ δημαγωγοὶ τῶν Συρακουσίων, καί τοὺς πολεμίους ἐλπίσαντες ἀτρεμήσειν ἐπὶ τοῖς διαπεπραγμένοις, παρεκάλουν τοὺς πολίτας αὖθις ἐᾶν Δίωνα, κἂν προσίῃ μετὰ τῶν ξένων, μὴ δέχεσθαι μηδὲ παραχωρεῖν τῆς ἀρετῆς ἐκείνοις ὡς κρείττοσιν, ἀλλὰ σῴζειν τὴν πόλιν καί τὴν ἐλευθερίαν αὐτοὺς διʼ ἑαυτῶν.
44.3 πάλιν οὖν ἐπέμποντο πρὸς τὸν Δίωνα, παρὰ μὲν τῶν στρατηγῶν ἀποτρέποντες, παρὰ δὲ τῶν ἱππέων καί τῶν γνωρίμων πολιτῶν ἐπισπεύδοντες τὴν πορείαν.
44.4 καί διὰ τοῦτο βραδέως ἅμα καί κατὰ σπουδὴν πορευόμενος προσῄει.
44.5 τῆς δὲ νυκτὸς προελθούσης οἱ μὲν μισοῦντες τὸν Δίωνα κατεῖχον τὰς πύλας ὡς ἀποκλείσοντες αὐτόν, ὁ δὲ Νύψιος, ἐκ τῆς ἄκρας αὖθις πολλῷ προθυμοτέρους γεγονότας καί πλείονας ἐφιεὶς τοὺς μισθοφόρους, τὸ μὲν προτείχισμα πᾶν εὐθὺς κατέσκαπτε, τὴν δὲ πόλιν κατέτρεχε καί διήρπαζεν.
44.6 ἦν δὲ φόνος μὲν οὐκέτι μόνον ἀνδρῶν, ἀλλὰ καί γυναικῶν καὶ παίδων, ἁρπαγαὶ δʼ ὀλίγαι, φθόρος δὲ πάντων πολύς.
44.7 ἀπεγνωκότος γὰρ ἤδη τὰ πράγματα τὸν Διονυσίου καί τοὺς Συρακουσίους δεινῶς μεμισηκότος, ὥσπερ ἐνταφιάσαι τὴν τυραννίδα τῇ πόλει πίπτουσαν ἐβούλετο.
44.8 καί τοῦ Δίωνος προκαταλαμβάνοντες τὴν βοήθειαν ἐπὶ τὸν ὀξύτατον διὰ πυρὸς πάντων ὄλεθρον καί ἀφανισμὸν ἐχώρησαν, τὰ μὲν ἐγγὺς ἀπὸ χειρῶν δᾳσὶ καί λαμπάσιν ὑποπιμπράντες, εἰς δὲ τὰ πρόσω διασπείροντες ἀπὸ τόξων πυροβόλους.
44.9 φευγόντων δὲ τῶν Συρακουσίων οἱ μὲν ἐν ταῖς ὁδοῖς ἐφονεύοντο καταλαμβανόμενοι, τὸ δὲ εἰς τὰς οἰκίας καταδυόμενον αὖθις ὑπὸ τοῦ πυρὸς ἐξέπιπτε, πολλῶν ἤδη φλεγομένων καί καταφερομένων ἐπὶ τοὺς διαθέοντας.
45.1 τοῦτο τὸ πάθος μάλιστα τὴν πόλιν ἀνέῳξε Δίωνι πάντων συμφωνησάντων. ἔτυχε μὲν γὰρ οὐκέτι σπουδῇ πορευόμενος, ὡς ἤκουσεν εἰς τὴν ἀκρόπολιν κατακεκλεῖσθαι τοὺς πολεμίους.
45.2 προϊούσης δὲ τῆς ἡμέρας πρῶτον ἱππεῖς ἀπήντησαν αὐτῷ τὴν δευτέραν κατάληψιν ἀπαγγέλλοντες· ἔπειτα καὶ τῶν ὑπεναντιουμένων ἔνιοι παρῆσαν ἐπείγεσθαι δεόμενοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme