Thesauros Literature biography Δίων

Δίων

Δίων Plutarch
54.4 ἀεὶ γάρ τινας φωνὰς τῶν στρατιωτῶν πρὸς ἐκεῖνον ἢ λελεγμένας ἀληθῶς ἀναφέρων ἢ πεπλασμένας ὑφʼ αὐτοῦ, τοιαύτην ἐξουσίαν ἔλαβε διὰ τὴν πίστιν ὥστʼ ἐντυγχάνειν κρύφα καὶ διαλέγεσθαι μετὰ παρρησίας οἷς βούλοιτο κατὰ τοῦ Δίωνος, αὐτοῦ κελεύοντος, ἵνα μηδὲ εἰς λανθάνῃ τῶν ὑπούλως καὶ δυσμενῶς ἐχόντων.
54.5 ἐκ δὲ τούτων συνέβαινε τοὺς μὲν πονηροὺς καὶ νοσοῦντας εὑρίσκειν ταχὺ καὶ συνιστάναι τόν Κάλλιππον, εἰ δέ τις ἀπωσάμενος τοὺς λόγους αὐτοῦ καὶ τὴν πεῖραν ἐξείποι πρὸς τόν Δίωνα, μὴ ταράττεσθαι μηδὲ χαλεπαίνειν ἐκεῖνον, ὡς ἃ προσέταττε τοῦ Καλλίππου περαίνοντος.
55.1 συνισταμένης δὲ τῆς ἐπιβουλῆς φάσμα γίνεται τῷ Δίωνι μέγα καὶ τερατῶδες, ἐτύγχανε μὲν γὰρ ὀψὲ τῆς ἡμέρας καθεζόμενος ἐν παστάδι τῆς οἰκίας μόνος ὢν πρὸς ἑαυτῷ τὴν διάνοιαν·
55.2 ἐξαίφνης δὲ ψόφου γενομένου πρὸς θατέρῳ πέρατι τῆς στοᾶς, ἀποβλέψας ἔτι φωτὸς ὄντος εἶδε γυναῖκα μεγάλην, στολῇ μὲν καὶ προσώπῳ μηδὲν Ἐριννύος τραγικῆς παραλλάττουσαν, σαίρουσαν δὲ καλλύντρῳ τινὶ τὴν οἰκίαν.
55.3 ἐκπλαγεὶς δὲ δεινῶς καὶ περίφοβος γενόμενος μετεπέμψατο τοὺς φίλους καὶ διηγεῖτο τὴν ὄψιν αὐτοῖς καὶ παραμένειν ἐδεῖτο καὶ συννυκτερεύειν, παντάπασιν ἐκστατικῶς ἔχων καὶ δεδοικὼς μὴ πάλιν εἰς ὄψιν αὐτῷ μονωθέντι τὸ τέρας ἀφίκηται. τοῦτο μὲν οὖν αὖθις οὐ συνέπεσε.
55.4 μεθʼ ἡμέρας δʼ ὀλίγας ὁ υἱὸς αὐτοῦ σχεδὸν ἀντίπαις ὤν, ἔκ τινος λύπης καὶ ὀργῆς μικρὰν καὶ παιδικὴν ἀρχὴν λαβούσης, ἔρριψεν ἑαυτὸν ἀπὸ τοῦ τέγους ἐπὶ τὴν κεφαλὴν καὶ διεφθάρη.
56.1 ἐν τοιούτοις δὲ τοῦ Δίωνος ὄντος, ὁ Κάλλιππος ἔτι μᾶλλον εἴχετο τῆς ἐπιβουλῆς, καὶ λόγον εἰς τοὺς Συρακουσίους ἐξέδωκεν ὡς ὁ Δίων, ἄπαις γεγονώς, ἔγνωκε τὸν Διονυσίου καλεῖν Ἀπολλοκράτην καὶ ποιεῖσθαι διάδοχον, ἀδελφιδοῦν μὲν ὄντα τῆς ἑαυτοῦ γυναικός, θυγατριδοῦν δὲ τῆς ἀδελφῆς.
56.2 ἤδη δὲ καὶ τὸν Δίωνα καὶ τὰς γυναῖκας ὑπόνοια τῶν πραττομένων εἶχε, καὶ μηνύσεις ἐγίγνοντο πανταχόθεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme