Thesauros Literature biography Δίων

Δίων

Δίων Plutarch
12.3 εἰ δὲ ἀντιβαίνοι καὶ μὴ μαλάσσοιτο, καταλύσας ἐκεῖνον ἐγνώκει τὴν πολιτείαν ἀποδιδόναι Συρακουσίοις, οὐκ ἐπαινῶν μὲν δημοκρατίαν, πάντως δὲ βελτίω τυραννίδος ἡγούμενος τοῖς διαμαρτάνουσιν ὑγιαινούσης ἀριστοκρατίας.
13.1 ἐν τοιαύτῃ δὲ καταστάσει τῶν πραγμάτων ὄντων Πλάτων εἰς Σικελίαν ἀφικόμενος περὶ μὲν τὰς πρώτας ἀπαντήσεις θαυμαστῆς ἐτύγχανε φιλοφροσύνης καὶ τιμῆς.
13.2 καὶ γὰρ ἅρμα τῶν βασιλικῶν αὐτῷ παρέστη κεκοσμημένον διαπρεπῶς ἀποβάντι τῆς τριήρους, καὶ θυσίαν ἔθυσεν ὁ τύραννος ὡς εὐτυχήματος μεγάλου τῇ ἀρχῇ προσγεγονότος.
13.3 αἰδὼς δὲ συμποσίων καὶ σχηματισμὸς αὐλῆς καὶ πρᾳότης αὐτοῦ τοῦ τυράννου περὶ ἕκαστα τῶν χρηματιζομένων θαυμαστὰς ἐνέδωκεν ἐλπίδας μεταβολῆς τοῖς πολίταις.
13.4 φορὰ δέ τις ἦν ἐπὶ λόγους καὶ φιλοσοφίαν ἁπάντων, καὶ τὸ τυραννεῖον, ὥς φασι, κονιορτὸς ὑπὸ πλήθους τῶν γεωμετρούντων κατεῖχεν.
13.5 ἡμερῶν δὲ ὀλίγων διαγενομένων θυσία μὲν ἦν πάτριος ἐν τοῖς τυραννείοις τοῦ δὲ κήρυκος, ὥσπερ εἰώθει, κατευξαμένου διαμένειν τὴν τυραννίδα ἀσάλευτον πολλοὺς χρόνους, ὁ Διονύσιος λέγεται παρεστὼς, οὐ παύσῃ, φάναι, καταρώμενος ἡμῖν;
13.6 τοῦτο κομιδῇ τοὺς περὶ τὸν Φίλιστον ἐλύπησεν, ἄμαχόν τινα τοῦ Πλάτωνος ἡγουμένους ἔσεσθαι χρόνῳ καὶ συνηθείᾳ τὴν δύναμιν, εἰ νῦν ἐκ συνουσίας ὀλίγης ἠλλοίωκεν οὕτω καὶ μεταβέβληκε τὴν γνώμην τὸ μειράκιον.
14.1 οὐκέτʼ οὖν καθʼ ἕνα καὶ λαθραίως, ἀλλὰ πάντες ἀναφανδὸν ἐλοιδόρουν τὸν Δίωνα, λέγοντες ὡς οὐ λέληθε κατεπᾴδων καὶ καταφαρμάσσων τῷ Πλάτωνος λόγῳ Διονύσιον, ὅπως ἀφέντος ἑκουσίως αὐτοῦ καὶ προεμένου τὴν ἀρχὴν ὑπολαβὼν εἰς τοὺς Ἀριστομάχης περιστήσῃ παῖδας, ὧν θεῖός ἐστιν.
14.2 ἔνιοι δὲ προσεποιοῦντο δυσχεραίνειν, εἰ πρότερον μὲν Ἀθηναῖοι ναυτικαῖς καὶ πεζικαῖς δυνάμεσι μεγάλαις δεῦρο πλεύσαντες ἀπώλοντο καὶ διεφθάρησαν πρότερον ἢ λαβεῖν Συρακούσας,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme