40.8
νυνὶ δʼ ἀλλοῖος ἐν ταῖς τύχαις γίνομαι· καὶ θεοῦ καλῶς τὰ παρόντα μὴ βραβεύσαντος οὐ δέομαι πάλιν ἄλλας ἐλπίδας ἐξελέγχειν καὶ παρασκευάς, ἀλλʼ ἀπαλλάξομαι τὴν Τύχην ἐπαινῶν· Μαρτίαιςἐπαινῶν· Μαρτίαις Coraës and Bekker have ἐπαινῶν ὅτι (because) Μαρτίαις κτλ., after Reiske. εἰδοῖς δοὺς τῇ πατρίδι τὸν ἐμαυτοῦ βίον ἄλλον ἔζησα διʼ ἐκείνην ἐλεύθερον καὶ ἔνδοξον.
40.9
ἐπὶ τούτοις Κάσσιος ἐμειδίασε καὶ τὸν Βροῦτον ἀσπασάμενος, ταῦτα, ἔφη, φρονοῦντες ἴωμεν ἐπὶ τοὺς πολεμίους, ἢ γὰρ νικήσομεν ἢ νικῶντας οὐ φοβηθησόμεθα.
40.10
μετὰ ταῦτα περὶ τάξεως αὐτοῖς λόγος ἐγένετο τῶν φίλων παρόντων, καὶ Βροῦτος ᾐτεῖτο Κάσσιον αὐτὸς ἡγεῖσθαι τοῦ δεξιοῦ κέρατος, ὃ διʼ ἐμπειρίαν καὶ ἡλικίαν μᾶλλον ᾤοντο Κασσίῳ προσήκειν.
40.11
οὐ μὴν ἀλλὰ καὶ τοῦτο Κάσσιος ἔδωκε, καὶ τῶν ταγμάτων τὸ μαχιμώτατον ἔχοντα Μεσσάλαν ἐκέλευσεν ἐπὶ τοῦ δεξιοῦ καταστῆναι.
40.12
καὶ Βροῦτος εὐθὺς ἐξῆγε τοὺς ἱππεῖς κεκοσμημένους διαπρεπῶς, καὶ τὸ πεζὸν οὐ σχολαίτερον παρενέβαλλεν.
41.1
ἔτυχον δʼ οἱ περὶ Ἀντώνιον ἀπὸ τῶν ἑλῶν, οἷς περιεστρατοπέδευον, ἐμβάλλοντες τάφρους εἰς τὸ πεδίον καὶ τὰς ἐπὶ θάλασσαν ὁδοὺς τοῦ Κασσίου περικόπτοντες.
41.2
ἐφήδρευε δὲ Καῖσαρ, οὐ παρὼν αὐτὸς διʼ ἀσθένειαν, ἀλλʼ ἡ δύναμις, οὐ πάνυ μαχεῖσθαι προσδοκῶσα τοὺς πολεμίους, ἀλλὰ μόνον ἐκδρομαῖς χρῆσθαι πρὸς τὰ ἔργα καὶ βέλεσιν ἐλαφροῖς καὶ θορύβοις τοὺς ὀρύσσοντας ἐπιταράσσειν·
41.3
καὶ τοῖς ἀντιτεταγμένοις οὐ προσέχοντες ἐθαύμαζον τὴν περὶ τὰς τάφρους κραυγήν ἄσημον οὖσαν καὶ πολλὴν προσφερομένην.
41.4
ἐν τούτῳ γραμματείων τε παρὰ Βρούτου τοῖς ἡγεμόσι φοιτώντων, ἐν οἷς ἦν τὸ σύνθημα γεγραμμένον, αὐτοῦ τε παρεξιόντος ἵππῳ τὰ τάγματα καὶ παραθαρρύνοντος, ὀλίγοι μὲν ἔφθασαν ἀκοῦσαι τὸ σύνθημα παρεγγυώμενον, οἱ δὲ πλεῖστοι μὴ προσμείναντες ὁρμῇ μιᾷ καὶ ἀλαλαγμῷπροσεφέροντο τοῖς πολεμίοις.
41.5
γενομένης δὲ διʼ ἀταξίαν ταύτην ἀνωμαλίας καὶ διασπασμοῦ τῶν ταγμάτων τὸ Μεσσάλα πρῶτον, εἶτα τὰ συνεζευγμένα παρήλλαττε τὸ Καίσαρος ἀριστερόν·
41.6
καὶ βραχέα τῶν ἐσχάτων θιγόντες καὶ καταβαλόντες οὐ πολλούς, ἀλλʼ ὑπερκεράσαντες, ἐμπίπτουσιν εἰς τὸ στρατόπεδον.