Thesauros Literature biography Ἄρατος

Ἄρατος

Ἄρατος Plutarch
22.4 οἱ δὲ ὥσπερ ἐξ ἐνέδρας ἀναστάντες ἐμβάλλουσιν αὐτῷ καὶ διαφθείρουσιν οἷς ἐπέθεντο πρώτοις, τοὺς δὲ ἄλλους καὶ τὸν Ἀρχέλαον φοβήσαντες ἐτρέψαντο καὶ κατεδίωξαν ἄχρι τοῦ σκεδασθῆναι περὶ τὴν πόλιν διαλυθέντας. ἄρτι δὲ τούτων νενικηκότων Ἐργῖνος ἀπὸ τῶν ἄνω μαχομένων ἦλθεν, ἀγγέλλων συμπεπλέχθαι τοῖς πολεμίοις τὸν Ἄρατον ἀμυνομένοις εὐρώστως, καὶ μέγαν ἀγῶνα περὶ αὐτὸ τὸ τεῖχος εἶναι, καὶ τάχους δεῖν τῆς βοηθείας.
22.5 οἱ δὲ εὐθὺς ἐκέλευον ἡγεῖσθαι· καὶ προσβαίνοντες ἅμα φωνῇ διεσήμαινον ἑαυτούς, ἐπιθαρρύνοντες τοὺς φίλους· ἥ τε πανσέληνος ἀπέφαινε τὰ ὅπλα πλείονα φαινόμενα τοῖς πολεμίοις διὰ τὸ μῆκος τῆς πορείας, καὶ τὸ τῆς νυκτὸς ἠχῶδες τὸν ἀλαλαγμὸν ἀπὸ πολλαπλασιόνων ἢ τοσούτων ἐποίει δοκεῖν φέρεσθαι.
22.6 τέλος δὲ συνερείσαντες ἐξωθοῦσι τοὺς πολεμίους καὶ καθυπέρτεροι τῆς ἄκρας ἦσαν καὶ τὸ φρούριον εἶχον, ἡμέρας ἤδη διαυγούσης, ὅ τε ἥλιος εὐθὺς ἐπέλαμπε τῷ ἔργῳ, καὶ παρῆν ἐκ Σικυῶνος ἡ λοιπὴ δύναμις τῷ Ἀράτῳ, δεχομένων κατὰ πύλας τῶν Κορινθίων προθύμως καὶ τοὺς βασιλικοὺς συλλαμβανόντων.
23.1 ἐπεὶ δὲ ἀσφαλῶς ἐδόκει πάντα ἔχειν, κατέβαινεν εἰς τὸ θέατρον ἀπὸ τῆς ἄκρας, πλήθους ἀπείρου συρρέοντος ἐπιθυμίᾳ τῆς τε ὄψεως αὐτοῦ καὶ τῶν λόγων οἷς ἔμελλε χρῆσθαι πρὸς τοὺς Κορινθίους.
23.2 ἐπιστήσας δὲ ταῖς παρόδοις ἑκατέρωθεν τοὺς Ἀχαιούς, αὐτὸς ἀπὸ τῆς σκηνῆς εἰς μέσον προῆλθε, τεθωρακισμένος καὶ τῷ προσώπῳ διὰ τὸν κόπον καὶ τὴν ἀγρυπνίαν ἠλλοιωμένος, ὥστε τῆς ψυχῆς τὸ γαυρούμενον καὶ χαῖρον ὑπὸ τῆς περὶ τὸ σῶμα βαρύτητος κατακρατεῖσθαι.
23.3 τῶν δὲ ἀνθρώπων ἅμα τῷ προσελθεῖν αὐτὸν ἐκχυθέντων ταῖς φιλοφροσύναις, μεταλαβὼν εἰς τὴν δεξιὰν τὸ δόρυ, καὶ τὸ γόνυ καὶ τὸ σῶμα τῇ ῥοπῇ μικρὸν ἐγκλίνας καὶ ἀπερεισάμενος, εἱστήκει πολὺν χρόνον σιωπῇ δεχόμενος αὐτῶν τοὺς κρότους καὶ τὰς ἐπιβοήσεις, ἐπαινούντων μὲν τὴν ἀρετήν, ζηλούντων δὲ τὴν τύχην.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme