Thesauros Literature biography Ἄρατος

Ἄρατος

Ἄρατος Plutarch
23.4 ὡς δὲ ἐπαύσαντο καὶ κατέστησαν, συναγαγὼν ἑαυτὸν διεξῆλθε λόγον ὑπὲρ τῶν ʼ Ἀχαιῶν τῇ πράξει πρέποντα, καὶ συνέπεισε τοὺς Κορινθίους Ἀχαιοὺς γενέσθαι, καὶ τῶν πυλῶν τὰς κλεῖς ἀπέδωκε τότε πρῶτον ἀπὸ τῶν Φιλιππικῶν καιρῶν ὑπʼ ἐκείνοις γενομένας· τῶν δὲ Ἀντιγόνου στρατηγῶν Ἀρχέλαον μὲν ἀφῆκεν ὑποχείριον γενόμενον, Θεόφραστον δὲ ἀνεῖλεν οὐ βουλόμενον ἀπαλλάττεσθαι·
23.5 Περσαῖος δὲ τῆς ἄκρας ἁλισκομένης εἰς Κεγχρεὰς διεξέπεσεν. ὕστερον δὲ λέγεται σχολάζων πρὸς τὸν εἰπόντα μόνον αὐτῷ δοκεῖν στρατηγὸν εἶναι τὸν σοφόν, ἀλλὰ νὴ θεούς, φάναι, τοῦτο μάλιστα κἀμοί ποτε τῶν Ζήνωνος ἤρεσκε δογμάτων νῦν δὲ μεταβάλλομαι νουθετηθεὶς ὑπὸ τοῦ Σικυωνίου νεανίου. ταῦτα μὲν περὶ Περσαίου πλείονες ἱστοροῦσιν.
24.1 ὁ δὲ Ἄρατος εὐθὺς τό τε Ἡραῖον ὑφʼ ἑαυτῷ καὶ τὸ Λέχαιον ἐποιήσατο· καὶ νεῶν μὲν εἰκοσιπέντε βασιλικῶν ἐκυρίευσεν, ἵππους δὲ πεντακοσίους καὶ Σύρους τετρακοσίους ἀπέδοτο τόν τε Ἀκροκόρινθον ἐφύλαττον οἱ Ἀχαιοὶ τετρακοσίοις ὁπλίταις καὶ πεντήκοντα κυσὶ καὶ κυνηγοῖς ἴσοις ἐν τῷ φρουρίῳ τρεφομένοις.
24.2 οἱ μὲν οὖν Ῥωμαῖοι τὸν Φιλοποίμενα θαυμάζοντες Ἑλλήνων ἔσχατον προσηγόρευον, ὡς μηδενὸς μεγάλου μετʼ ἐκεῖνον ἐν τοῖς Ἕλλησι γενομένου· ἐγὼ δὲ τῶν Ἑλληνικῶν πράξεων ταύτην ἐσχάτην καὶ νεωτάτην φαίην ἂν πεπρᾶχθαι, τοῦτο μὲν τόλμῃ, τοῦτο δὲ τύχῃ ταῖς ἀρίσταις ἐνάμιλλον, ὡς ἐδήλωσεν εὐθὺς τὰ γινόμενα.
24.3 Μεγαρεῖς τε γὰρ ἀποστάντες Ἀντιγόνου τῷ Ἀράτῳ προσέθεντο, καὶ Τροιζήνιοι μετὰ Ἐπιδαυρίων συνετάχθησαν εἰς τοὺς Ἀχαιούς, ἐξοδόν τε πρώτην θέμενος εἰς τὴν Ἀττικὴν ἐνέβαλε, καὶ τὴν Σαλαμῖνα διαβὰς ἐλεηλάτησεν, ὥσπερ ἐξ εἱρκτῆς λελυμένῃ τῇ δυνάμει τῶν Ἀχαιῶν ἐφʼ ὅ τι βούλοιτο χρώμενος. Ἀθηναίοις δὲ τοὺς ἐλευθέρους ἀφῆκεν ἄνευ λύτρων, ἀρχὰς ἀποστάσεως ἐνδιδοὺς αὐτοῖς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme