Thesauros Literature biography Ἄρατος

Ἄρατος

Ἄρατος Plutarch
47.4 αὖθις οὖν τὰς χεῖρας ὀρέγοντες εἰς Μακεδονίαν ἐπεσπῶντο καὶ κατῆγον ἐπὶ τὰς Ἑλληνικὰς πράξεις τὸν Φίλιππον, οὐχ ἥκιστα διὰ τὴν πρὸς τὸν Ἄρατον εὔνοιαν αὐτοῦ καὶ πίστιν ἐλπίζοντες εὐκόλῳ περὶ πάντα χρήσεσθαι καὶ χειροήθει.
48.1 καὶ τότε πρῶτον Ἀπελλοῦ καί Μεγαλέου καί τινων αὐλικῶν ἄλλων διαβαλλόντων τὸν Ἄρατον ἀναπεισθεὶς ὁ βασιλεὺς, καί συναρχαιρεσιάσας τοῖς ἀπὸ τῆς ἐναντίας στάσεως, ἐσπούδασε τοὺς Ἀχαιοὺς ἑλέσθαι στρατηγὸν Ἐπήρατον.
48.2 ὡς δʼ ἐκείνου μὲν καταφρονουμενου τελέως ὑπὸ τῶν Ἀχαιῶν, τοῦ δὲ Ἀράτου παραμελοῦντος ἐγίνετο τῶν χρησίμων οὐδέν, ἔγνω διαμαρτάνων τοῦ παντὸς ὁ Φίλιππος, καί ἀνακρουσάμενος αὖθις ἐπὶ τὸν Ἄρατον ὅλος ἦν ἐκεῖνον, καί τῶν πραγμάτων αὐτῷ πρός τε δύναμιν καί πρός εὐδοξίαν ἐπιδιδόντων ἐξήρτητο τοῦ ἀνδρός, ὡς διʼ ἐκεῖνον εὐδοκιμῶν καί αὐξόμενος.
48.3 ἐδόκει τε πᾶσιν ὁ Ἄρατος οὐ μόνον δημοκρατίας, ἀλλὰ καί βασιλείας ἀγαθὸς εἶναι παιδαγωγός· ἡ γὰρ προαίρεσις αὐτοῦ καί τὸ ἦθος ὡς χρῶμα ταῖς πράξεσι τοῦ βασιλέως ἐπεφαίνετο. καί γὰρ ἡ πρός Λακεδαιμονίους ἁμαρτόντας μετριότης τοῦ νεανίσκου καί ἡ πρός Κρῆτας ὁμιλία, διʼ ἧς ὅλην προσηγάγετο τὴν νῆσον ἡμέραις ὀλίγαις, ἥ τε πρός Αἰτωλοὺς στρατεία γενομένη θαυμαστῶς ἐνεργός εὐπειθείας μὲν τῷ Φιλίππῳ δόξαν, εὐβουλίας δὲ τῷ Ἀράτῳ προσετίθει.
48.4 καί διὰ ταῦτα μᾶλλον οἱ βασιλικοὶ φθονοῦντες, ὡς οὐδὲν ἐπέραινον κρύφα διαβάλλοντες, ἀναφανδὸν ἐλοιδοροῦντο καὶ προσέκρουον αὐτῷ παρὰ τοὺς πότους μετὰ πολλῆς ἀσελγείας καί βωμολοχίας· ἅπαξ δὲ καί λίθοις βάλλοντες ἀπιόντα εἰς τὴν σκηνὴν μετὰ τὸ δεῖπνον κατεδίωξαν. ἐφʼ οἷς ὁ Φίλιππος ὀργισθείς εὐθὺς μὲν αὐτοὺς ἐζημίωσεν εἴκοσι ταλάντοις, ὕστερον δὲ λυμαίνεσθαι τὰ πράγματα καὶ ταράττειν δοκοῦντας ἀπέκτεινεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme