Thesauros Literature biography Ἄρατος

Ἄρατος

Ἄρατος Plutarch
6.4 ἐν τούτῳ δὲ κατασκόπων τινῶν ἐν Ἄργει τοῦ Νικοκλέους φανέντων καὶ περιιέναι λεγομένων ἀδήλως καὶ παραφυλάττειν τὸν Ἄρατον, ἅμʼ ἡμέρᾳ προελθὼν καὶ φανερὸς ὢν ἐν ἀγορᾷ διέτριβε μετὰ τῶν φίλων εἶτʼ ἀλειψάμενος ἐν τῷ γυμνασίῳ καὶ παραλαβών τινας ἐκ τῆς παλαίστρας τῶν εἰωθότων πίνειν καὶ ῥᾳθυμεῖν μετʼ αὐτοῦ νεανίσκων ἀπῆγεν οἴκαδε· καὶ μετὰ μικρὸν ἑωρᾶτο τῶν οἰκετῶν αὐτοῦ διʼ ἀγορᾶς ὁ μὲν στεφάνους φέρων, ὁ δὲ λαμπάδας ὠνούμενος, ὁ δὲ τοῖς εἰθισμένοις παρὰ πότον ψάλλειν καὶ αὐλεῖν γυναίοις διαλεγόμενος.
6.5 ταῦτα δὲ οἱ κατάσκοποι πάντα ὁρῶντες ἐξηπάτηντο καὶ πρὸς ἀλλήλους ἀναγελῶντες ἔλεγον οὐδὲν ἦν ἄρα τυράννου δειλότερον, εἰ καὶ Νικοκλῆς τηλικαύτην πόλιν ἔχων καὶ τοσαύτην δύναμιν ὀρρωδεῖ μειράκιον εἰς ἡδονὰς καὶ πότους μεθημερινοὺς τὰ τῆς φυγῆς ἐφόδια καταχρώμενον.
7.1 οἱ μὲν οὖν οὕτω παραλογισθέντες ἀπηλλάγησαν· ὁ δὲ Ἄρατος εὐθὺς μετʼ ἄριστον ἐξελθὼν καὶ συνάψας πρὸς τὸν Πολυγνώτου πύργον τοῖς στρατιώταις εἰς Νεμέαν προῆγεν, ὅπου τὴν πρᾶξιν ἐξέφηνε τοῖς πολλοῖς τότε πρῶτον, ὑποσχέσεις τε καὶ παρακλήσεις ἐποιήσατο·
7.2 καὶ σύνθημα παραδοὺς Ἀπόλλωνα ὑπερδέξιον προῆγεν ἐπὶ τὴν πόλιν, συμμέτρως τῇ περιφορᾷ τῆς σελήνης ἐπιταχύνων καὶ πάλιν ἀνιεὶς τὴν πορείαν, ὥστε τῷ μὲν φωτὶ χρῆσθαι καθʼ ὁδόν, ἤδη δὲ δυομένης περὶ τὸν κῆπον εἶναι πλησίον τοῦ τείχους.
7.3 ἐνταῦθα Καφισίας ἀπήντησεν αὐτῷ, τῶν μὲν κυναρίων οὐ κρατήσας ἔφθη γὰρ ἀποπηδήσαντα, τὸν δὲ κηπουρὸν ἐγκεκλεικώς. ἀθύμους δὲ τοὺς πλείστους γενομένους καὶ κελεύοντας ἀπαλλάττεσθαι παρεθάρρυνεν ὁ Ἄρατος, ὡς ἀπάξων, ἂν οἱ κύνες ἄγαν ἐνοχλῶσιν αὐτοῖς.
7.4 ἅμα δὲ τοὺς τὰς κλίμακας φέροντας προπέμψας, ὧν Ἔκδηλος ἡγεῖτο καὶ Μνασίθεος, αὐτὸς ἐπηκολούθει σχολαίως, ἤδη τῶν κυναρίων εὐτόνως ὑλακτούντων καὶ συμπαρατρεχόντων τοῖς περὶ τὸν Ἔκδηλον. οὐ μὴν ἀλλὰ προσέμιξάν τε τῷ τείχει καὶ προσήρεισαν τὰς κλίμακας ἀσφαλῶς. ἀναβαινόντων δὲ τῶν πρώτων,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme