Thesauros Literature biography Ἀρταξέρξης

Ἀρταξέρξης

Ἀρταξέρξης Plutarch
13.4 ὁ γὰρ Ξενοφῶν ἠπίστατο συνδιατρίβοντα βασιλεῖ Κτησίαν· μέμνηται γὰρ ι αὐτοῦ καί τοῖς βιβλίοις τούτοις ἐντετυχηκὼς δῆλός ἐστιν οὐκ ἂν οὖν ἐλθόντα καί λόγων τοσούτων ἑρμηνέα γενόμενον παρῆκεν ἀνώνυμον, Φαλῖνον δὲ τὸν Ζακύνθιον ὠνόμαζεν. ἀλλὰ δαιμονίως ὁ Κτησίας, ὡς ἔοικε, φιλότιμος ὢν καί οὐχ ἧττον φιλολάκων καί φιλοκλέαρχος ἀεί τινας ἐν τῇ διηγήσει χώρας ἑαυτῷ δίδωσιν, ἐν αἷς γενόμενος πολλὰ καί καλὰ μεμνήσεται Κλεάρχου καί τῆς Λακεδαίμονος.
14.1 μετὰ δὲ τὴν μάχην δῶρα κάλλιστα μὲν ἐξέπεμψε καὶ μέγιστα τῷ Ἀρταγέρσου παιδὶ τοῦ πεσόντος ὑπὸ Κύρου, καλῶς δὲ καὶ Κτησίαν καὶ τοὺς ἄλλους ἐτίμησε. τὸν δὲ Καύνιον ἐκεῖνον ἐξ ἐξανευρών, ὃς ἐπέδωκε τὸ ἀσκίον, ἐξ ἀδόξου καὶ πένητος ἔντιμον καὶ πλούσιον ἐποίησεν· ἦν δέ τις ἐπιμέλεια καὶ περὶ τὰς τῶν ἐξαμαρτόντων δικαιώσεις.
14.2 Ἀρβάκην μὲν γάρ τινα Μῆδον ἐν τῇ μάχῃ πρὸς Κῦρον φυγόντα καὶ πάλιν ἐκείνου πεσόντος μεταστάντα, δειλίαν καὶ μαλακίαν καταγνούς, οὐ προδοσίαν οὐδὲ κακόνοιαν, ἐκέλευσε γυμνὴν ἀναλαβόντα πόρνην περιβάδην ἐπὶ τοῦ τραχήλου διʼ ἡμέρας ὅλης ἐν ἀγορᾷ περιφέρειν· ἑτέρου δὲ πρὸς τῷ μεταστῆναι ψευσαμένου καταβαλεῖν δύο τῶν πολεμίων, προσέταξε διαπεῖραι τρισὶ βελόναις τὴν γλῶτταν.
14.3 οἰόμενος δὲ καὶ βουλόμενος δοκεῖν καὶ λέγειν πάντας ἀνθρώπους ὡς αὐτὸς ἀπεκτόνοι Κῦρον, Μιθριδάτῃ τε τῷ βαλόντι πρώτῳ Κῦρον ἐξέπεμψε δῶρα καὶ λέγειν ἐκέλευσε τοὺς διδόντας ὡς τούτοις σε τιμᾷ ὁ βασιλεύς ὅτι τὸν ἐφίππειον Κύρου πῖλον εὑρὼν ἀνήνεγκας· τοῦ δὲ Καρός, ὑφʼ οὗ τὴν ἰγνύαν πληγεὶς ὁ Κῦρος ἔπεσε, καὶ αὐτοῦ δωρεὰν αἰτοῦντος, ἐκέλευσεν εἰπεῖν τοὺς διδόντας ὅτι σοὶ ταῦτα δίδωσιν βασιλεύς εὐαγγελίων δευτερεῖα πρῶτος γὰρ Ἀρτασύρας, μετʼ ἐκεῖνον δὲ σύ τὴν Κύρου τελευτὴν ἀπήγγειλας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme