29.4
οἱ μὲν οὖν ἄλλοι διαλυθέντες ἔφυγον ὁ δὲ Τηρίβαζος συλλαμβανόμενος πολλοὺς ἀπέκτεινε τῶν βασιλέως δορυφόρων καὶ μόγις ἀκοντίῳ πληγεὶς πόρρωθεν ἔπεσε, τῷ δὲ Δαρείῳ μετὰ τῶν τέκνων ἀναχθέντι καθίσας τοὺς βασιλείους δικαστάς, οὐ παρὼν αὐτός, ἀλλʼ ἑτέρων κατηγορησάντων, ἐκέλευσεν ὑπηρέτας τὴν ἑκάστου γραψαμένους ἀπόφασιν ὡς αὐτὸν ἐπανενεγκεῖν.
29.5
ἀποφηναμένων δὲ πάντων ὁμοίως καὶ καταγνόντων τοῦ Δαρείου θάνατον, οἱ μὲν ὑπηρέται συλλαβόντες αὐτὸν εἰς οἴκημα πλησίον ἀπήγαγον, ὁ δὲ δήμιος κληθεὶς ἧκε μὲν ξυρὸν ἔχων, ᾧ τὰς κεφαλὰς ἀποτέμνουσι τῶν κολαζομένων, ἰδὼν δὲ τὸν Δαρεῖον ἐξεπλάγη καὶ ἀνεχώρει πρὸς τὰς θύρας ἀποβλέπων, ὡς; οὐ δυνησόμενος οὐδὲ τολμήσων αὐτόχειρ γενέσθαι βασιλέως.
29.6
ἔξωθεν δὲ τῶν δικαστῶν ἀπειλούντων καὶ διακελευομένων ἀναστρέψας καὶ τῇ ἑτέρᾳ χειρὶ δραξάμενος τῆς κόμης αὐτοῦ καὶ καταγαγών ἀπέτεμε τῷ ξυρῷ τὸν τράχηλον. ἔνιοι δέ φασι τὴν κρίσιν γενέσθαι βασιλέως αὐτοῦ παρόντος, τὸν δὲ Δαρεῖον, ὡς κατελαμβάνετο τοῖς ἐλέγχοις, ἐπὶ στόμα πεσόντα δεῖσθαι καὶ ἱκετεύειν·
29.7
τὸν δὲ ὑπʼ ὀργῆς ἀναστάντα καὶ σπασάμενον τὸν ἀκινάκην τύπτειν ἕως ἀπέκτεινεν εἶτα εἰς τὴν αὐλὴν προελθόντα τὸν Ἥλιον προσκυνῆσαι καὶ εἰπεῖν εὐφραίνεσθε ἀπιόντες, ὦ Πέρσαι, καὶ λέγετε τοῖς ἄλλοις ὅτι τοῖς ἄθεσμα καὶ παράνομα διανοηθεῖσιν ὁ μέγας Ὠρομάζης δίκην ἐπιτέθεικεν.
30.1
ἡ μὲν οὖν ἐπιβουλὴ τοιοῦτον ἔσχε τέλος, ὁ δὲ Ὦχος ἤδη μὲν ἦν ταῖς ἐλπίσι λαμπρός ὑπὸ τῆς Ἀτόσσης ἐπαιρόμενος, ἔτι δὲ ἐφοβεῖτο τῶν μὲν γνησίων τὸν ὑπόλοιπον Ἀριάσπην, τῶν δὲ νόθων Ἀρσάμην. ὁ μὲν γὰρ Ἀριάσπης οὐ διὰ τὸ πρεσβύτερος εἶναι τοῦ Ὤχου, πρᾶος δὲ καὶ ἁπλοῦς καὶ φιλάνθρωπος, ἠξιοῦτο βασιλεύειν ὑπὸ τῶν Περσῶν ὁ δὲ Ἀρσάμης καὶ νοῦν ἔχειν ἐδόκει καὶ μάλιστα τῷ πατρὶ προσφιλὴς ὢν οὐκ ἐλάνθανε τὸν Ὦχον.
30.2
ἐπιβουλεύων οὖν ἀμφοτέροις καὶ δολερὸς ὢν ὁμοῦ καὶ φονικός ἐχρήσατο τῇ μὲν ὠμότητι τῆς φύσεως πρὸς τὸν Ἀρσάμην, τῇ δὲ κακουργίᾳ καὶ δεινότητι πρὸς τὸν Ἀριάσπην. ὑπέπεμψε γὰρ πρὸς αὐτὸν εὐνούχους καὶ φίλους βασιλέως ἀπειλάς τινας ἀεὶ καὶ λόγους φοβεροὺς ἀπαγγέλλοντας, ὡς τοῦ πατρὸς ἐγνωκότος ἀποκτιννύειν αὐτὸν ὠμῶς καὶ ἐφυβρίστως.