4.4
Τίτος δὲ Οὐίνιος ὁ τοῦ στρατηγικοῦ τάγματος ἡγεμὼν αὐτοῖς αὐτοῖς suggested by Sint.2 for the αὐτός of the MSS. εἶπεν· ὦ Γάλβα, τίνα τρόπον βουλεύεσθε; τὸ γὰρ ζητεῖν Νέρωνι εἰ πιστοὶ μενοῦμεν, οὐκ ἤδη μενόντων ἐστίν, ὡς οὖν ὑπάρχοντος ἐχθροῦ Νέρωνος οὐ δὴ προετέον τὴν τοῦ Οὐίνδικος φιλίαν, ἢ καὶ κατηγορητέον εὐθὺς αὐτοῦ καὶ πολεμητέον, ὅτι σὲ βούλεται Ῥωμαίους ἔχειν ἄρχοντα μᾶλλον ἢ Νέρωνα τύραννον.
5.1
ἐκ τούτου προγράμματι μὲν ἐδήλωσεν ὁ Γάλβας ἡμέραν ἐν ᾗ τὰς κατά μέρος ἐλευθερώσεις ἀποδώσει τοῖς δεομένοις, λαλιὰ δὲ καὶ φήμη προεκπεσοῦσα πλῆθος ἀνθρώπων ἤθροισε προθύμων ἐπὶ τὸν νεωτερισμόν. οὐκ ἔφθη γοῦν φανερὸς ἐπὶ τοῦ βήματος γενόμενος, καὶ πάντες αὐτὸν ὁμοφώνως αὐτοκράτορα προσεῖπον.
5.2
ὁ δὲ ταύτην μὲν εὐθὺς οὐ προσεδέξατο τὴν προσηγορίαν, κατηγορήσας δὲ τοῦ Νέρωνος, καὶ τῶν ἀνῃρημένων ἀνδρῶν ὑπʼ αὐτοῦ τοὺς ἐπιφανεστάτους ὀλοφυράμενος, ὡμολόγησεν ἐπιδώσειν τῇ πατρίδι τὴν ἑαυτοῦ πρόνοιαν, οὔτε Καῖσαρ οὔτε αὐτοκράτωρ, στρατηγὸς δὲ συγκλήτου καὶ δήμου Ῥωμαίων ὀνομαζόμενος.
5.3
ὅτι δʼ ὀρθῶς ὁ Οὐίνδιξ καὶ λελογισμένως ἐξεκαλεῖτο τὸν Γάλβαν ἐπὶ τὴν ἡγεμονίαν, ἐπιστώσατο μάρτυρι τῷ Νέρωνι. προσποιούμενος γὰρ ἐκείνου καταφρονεῖν καὶ παρʼ οὐδὲν ἡγεῖσθαι τὰ Γαλατῶν, ἅμα τῷ πυθέσθαι τὰ περὶ Γάλβαν ἔτυχε δὲ λελουμένος καὶ ἀριστῶν ἀνέτρεψε τὴν τράπεζαν.
5.4
οὐ μὴν ἀλλὰ συγκλήτου ψηφισαμένης πολέμιον τὸν Γάλβαν αὐτός τε παίζειν καὶ θρασύνεσθαι πρὸς τοὺς φίλους βουλόμενος, οὐ φαύλην ἔφη πρόρρησιν ἐμπεπτωκέναι λογισμοῦ δεομένῳ χρημάτων αὐτῷ· καὶ τὰ μὲν Γαλατῶν, ὅταν ὑποχείριοι γένωνται, λαφυραγωγήσεσθαι, ἡ δὲ Γάλβα πάρεστιν οὐσία χρῆσθαι καὶ πωλεῖν ἤδη πολεμίου πεφηνότος.
5.5
οὗτός τε δὴ τὰ Γάλβα πιπράσκειν ἐκέλευε, καὶ Γάλβας ἀκούσας, ὅσα Νέρωνος ἦν ἐν Ἰβηρίᾳ κηρύττων εὕρισκε πολλοὺς προθυμοτέρους ὠνητάς.
6.1
ἀφισταμένων δὲ πολλῶν τοῦ Νέρωνος καὶ πάντων ἐπιεικῶς τῷ Γάλβᾳ προστιθεμένων, μόνος Κλώδιος Μάκρος ἐν Λιβύῃ καὶ Οὐεργίνιος Ῥοῦφος ἐν Γαλατίᾳ τοῦ Γερμανικοῦ στρατεύματος ἡγούμενος αὐτοὶ καθʼ ἑαυτοὺς ἔπραττον, οὐ τὴν αὐτὴν αἵρεσιν ἔχοντες.