Thesauros Literature biography Ὄθων

Ὄθων

Ὄθων Plutarch
18.3 οἱ δὲ στρατιῶται Πολλίωνος τοῦ ἑτέρου τῶν ἐπάρχων ὀμνύειν εὐθὺς εἰς τὸν Οὐϊτέλλιον κελεύσαντος ἐδυσχέραινον· καὶ πυθόμενοι τῶν συγκλητικῶν ἐνίους ἔτι παρεῖναι τούς μὲν ἄλλους ἀφῆκαν, Οὐεργινίῳ δὲ Ῥούφῳ πράγματα παρεῖχον ἅμα τοῖς ὅπλοις ἐλθόντες ἐπὶ τὴν οἰκίαν καὶ κατακαλοῦντες αὖθις καὶ κελεύοντες ἄρχειν ἢ πρεσβεύειν ὑπὲρ αὐτῶν.
18.4 ὁ δὲ τὴν ἡγεμονίαν ἡττωμένων παραλαβεῖν, νενικηκότων πρότερον μὴ θελήσας, μανικὸν ἡγεῖτο πρεσβεύειν δὲ πρὸς τούς Γερμανοὺς δεδιώς, πολλὰ βεβιάσθαι παρὰ γνώμην ὑπʼ αὐτοῦ δοκοῦντας, ἔλαθε διʼ ἑτέρων θυρῶν ἐκποδὼν ποιήσας ἑαυτόν. ὡς δὲ τοῦτο ἔγνωσαν οἱ στρατιῶται, τούς τε ὅρκους ἐδέξαντο καὶ τοῖς περὶ τὸν Κεκίναν προσέθεντο συγγνώμης τυχόντες.
← Previous 16 / 16

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme