Thesauros Literature biography Ὄθων

Ὄθων

Ὄθων Plutarch
3.5 ἡ μὲν οὖν πόλις ὡς αὐτίκα διαρπαγησομένη θόρυβον εἶχε πολύν, ἐν δὲ τοῖς βασιλείοις ἦσαν διαδρομαί, καί τὸν Ὄθων α δεινὴ κατελάμβανεν ἀπορία. φοβούμενος γὰρ ὑπὲρ τῶν ἀνδρῶν αὐτὸς ἦν φοβερὸς ἐκείνοις, καί πρὸς αὑτὸν ἀνηρτημένους ἑώρα ταῖς ὄψεσιν ἀναύδους καί περιδεεῖς, ἐνίους καί μετὰ γυναικῶν ἥκοντας ἐπὶ τὸ δεῖπνον.
3.6 ἅμα δὲ τοὺς ἐπάρχους ἀπέστελλε τοῖς στρατιώταις διαλέγεσθαι καί πραΰνειν κελεύσας, ἅμα δὲ τοὺς κεκλημένους ἄνδρας ἀναστήσας καθʼ ἑτέρας θύρας ἀφῆκε· καί μικρὸν ἔφθησαν ὑπεκφυγόντες, διὰ τῶν μισθοφόρων ὠθουμένων εἰς τὸν ἀνδρῶνα καί πυνθανομένων τί γεγόνασιν οἱ Καίσαρος πολέμιοι.
3.7 τότε μὲν οὖν ὀρθὸς ἀπὸ τῆς κλίνης πολλὰ παρηγορήσας καί δεηθεὶς καί μηδὲ δακρύων φεισάμενος μόλις ἀπέπεμψεν αὐτούς· τῇ δʼ ὑστεραίᾳ δωρησάμενος ἅπαντας κατʼ ἄνδρα χιλίαις καί διακοσίαις καί πεντήκοντα δραχμαῖς εἰσῆλθεν εἰς τὸ στρατόπεδον,
3.8 καί τὸ μὲν πλῆθος ἐπῄνεσεν, ὡς πρὸς αὐτὸν εὔνουν καί πρόθυμον, ὀλίγους δέ τινας οὐκ ἐπʼ ἀγαθῷ φήσας ὑποικουρεῖν, διαβάλλοντας αὐτοῦ τὴν μετριότητα καί τὴν ἐκείνων εὐστάθειαν, ἠξίου συναγανακτεῖν καί συγκολάζειν. ἐπαινούντων δὲ πάντων καί κελευόντων, δύο μόνους παραλαβών, οἷς οὐδεὶς ἔμελλεν ἄχθεσθαι κολασθεῖσιν, ἀπηλλάγη.
4.1 ταῦτα οἱ μὲν ἀγαπῶντες ἤδη καὶ πιστεύοντες ἐθαύμαζον τὴν μεταβολήν, οἱ δʼ ἀναγκαῖα πολιτεύματα πρὸς τὸν καιρὸν ἡγοῦντο, δημαγωγοῦντος αὐτοῦ διὰ τὸν πόλεμον. ἤδη γὰρ ἠγγέλλετο βεβαίως Οὐϊτέλλιος ἀξίωμα καὶ δύναμιν αὐτοκράτορος ἀνειληφώς· καὶ πτεροφόροι συνεχῶς ἐφοίτων ἀεί τι προσχωρεῖν ἐκείνῳ φράζοντες, ἕτεροι δὲ τὰ Παννονικὰ καὶ τὰ Δαλματικὰ καὶ τὰ περὶ Μυσίαν στρατεύματα δηλοῦντες ᾑρῆσθαι μετὰ τῶν ἡγεμόνων Ὄθωνα.
4.2 ταχὺ δὲ ἀφίκετο καὶ παρὰ Μουκιανοῦ γράμματα καὶ παρὰ Οὐεσπεσιανοῦ φίλια, τοῦ μὲν ἐν Συρίᾳ, τοῦ δὲ ἐν Ἰουδαίᾳμεγάλας δυνάμεις ἐχόντων, ὑφʼ ὧν ἐπαιρόμενος ἔγραψεν Οὐϊτελλίῳ παραινῶν στρατιωτικὰ φρονεῖν, ὡς χρήματα πολλὰ δώσοντος αὐτοῦ καὶ πόλιν, ἐν ᾗ βιώσεται ῥᾷστον καὶ ἥδιστον βίον μεθʼ ἡσυχίας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme